πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος;ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις;νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότεἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις·θεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον,ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.ἀλλʼ εἶμι· πρῶτον δʼ ὡς ἔχω τὰς κοιλίαςκαὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί,ἵνʼ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.ἀλλʼ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.τί δαί;ἵνʼ ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ.καὶ σπεῦδε ταχέως.ταῦτα δρῶ.μέμνησό νυνδάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν,χὤπως τὰ κάλλαἰ ἀποφαγὼν ἥξεις πάλιν.ἄλλʼ ἴθι χαίρων, καὶ πράξειαςκατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοιΖεὺς ἀγοραῖος· καὶ νικήσαςαὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶςἔλθοις στεφάνοις κατάπαστος.ὑμεῖς δʼ ἡμῖν προσέχετε τὸν νοῦντοῖς ἀναπαίστοις,ὦ παντοίας ἤδη Μούσηςπειραθέντες καθʼ ἑαυτούς.εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶςἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι,οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δʼ ἄξιός ἐσθʼ ὁ ποιητής,ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια,καὶ γενναίως πρὸς τὸν τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην.ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόνταςκαὶ βασανίζειν ὡς οὐχὶ πάλαι χορὸν αἰτοίη καθʼ ἑαυτόν,ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶ γὰρ ἁνὴροὐχ ὑπʼ ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζωνκωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων·