ᾄσαιμι γὰρ τότʼ ἂν μόνον,πῖνε πῖνʼ ἐπὶ συμφοραῖς.τὸν Ἰουλίου τʼ ἂν οἴομαι γέροντα πυροπίπηνἡσθέντʼ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι.οὔτοί μʼ ὑπερβαλεῖσθʼ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,ἢ μή ποτʼ ἀγοραίου Διὸς σπλάλχνοισι παραγενοίμην.ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ ʼπὶ πολλοῖςἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδων τε πληγάς,ὑπερβαλεῖσθαί σʼ οἴομαι τούτοισιν, ἢ μάτην γʼ ἂνἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.ἀπομαγδαλιὰς ὥσπερ κύων; ὦ παμπόνηρε πῶς οὖνκυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλλῳ;καὶ νὴ Δίʼ ἄλλα γʼ ἐστί μου κόβαλα παιδὸς ὄντος.ἐξηπάτων γὰρ τοὺς μαγείρους ἐπιλέγων τοιαυτί·σκέψασθε παῖδες· οὐχ ὁρᾶθʼ; ὥρα νέα, χελιδών.οἱ δʼ ἔβλεπον, κἀγὼ ʼν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.ὦ δεξιώτατον κρέας σοφῶς γε προὐνοήσω·ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.καὶ ταῦτα δρῶν ἐλάνθανόν γʼ· εἰ δʼ οὖν ἴδοι τις αὐτῶν,ἀποκρυπτόμενος ἐς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν·ὥστʼ εἶπʼ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα·οὐκ ἔσθʼ ὅπως ὁ παῖς ὅδʼ οὐ τὸν δῆμον ἐπιτροπεύσει.εὖ γε ξυνέβαλεν αὔτʼ· ἀτὰρ δῆλόν γʼ ἀφʼ οὗ ξυνέγνω·ὁτιὴ ʼπιώρκεις θʼ ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν.ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς,ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτʼ ἀφήσωκατὰ κῦμʼ ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας.κἄγωγʼ, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰκλέψας Ἀθηναίων.ἄθρει καὶ τοῦ ποδὸς παρίει·ὡς οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ.σὲ δʼ ἐκ Ποτειδαίας ἔχοντʼ εὖ οἶδα δέκα τάλαντα.τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν;ἁνὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει·τὸ πνεῦμʼ ἔλαττον γίγνεται.φεύξει γραφὰςἑκατονταλάντους τέτταρας.