ἀλλʼ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.ἐγὼ δʼ ἐπεσπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.ἐγὼ δέ γʼ ἐξέλξω σε τῆς πυγῆς θύραζε κύβδα.νὴ τὸν Ποσειδῶ κἀμέ τἄρʼ, ἤνπερ γε τοῦτον ἕλκῃς.οἷόν σε δήσω ʼνʼ τῷ ξύλῳ.διώξομαί σε δειλίας.ἡ βύρσα σου θρανεύσεται.δερῶ σε θύλακον κλοπῆς.διαπατταλευθήσει χαμαί.περικόμματʼ ἔκ σου σκευάσω.τὰς βλεφαρίδας σου παρατιλῶ.τὸν πρηγορεῶνά σοὐκτεμῶ.καὶ νὴ Δίʼ ἐμβαλόντες αὐτῷπάτταλον μαγειρικῶςἐς τὸ στόμʼ, εἶτα δʼ ἔνδοθεντὴν γλῶτταν ἐξείραντες αὐτοῦσκεψόμεσθʼ εὖ κἀνδρικῶςκεχηνότοςτὸν πρωκτὸν εἰ χαλαζᾷ.ἦν ἄρα πυρός γʼ ἕτερα θερμότερα καὶ λόγωνἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι· καὶ τὸ πρᾶγμʼἦν ἄρʼ οὐ φαῦλον ὧδʼ ἀλλʼ ἔπιθι καὶ στρόβει,μηδὲν ὀλίγον ποίει. νῦν γὰρ ἔχεται μέσος·ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι.ἀλλʼ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον,κᾆτʼ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος.νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν,ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται.οὐ δέδοιχʼ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριονκαὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον.ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθίστησιτοῦ χρώματος τοῦ παρεστηκότος.εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον,καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.ὦ περὶ πάντʼ ἐπὶ πᾶσί τε πράγμασιδωροδόκοισιν ἐπʼ ἄνθεσιν ἵζων,εἴθε φαύλως ὥσπερ ηὗρες ἐκβάλοις τὴν ἔνθεσιν.