ᾗ σὺ πιστεύων ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους,πρῶτος ὤν· ὁ δʼ Ἱπποδάμου λείβεται θεώμενος.ἀλλʼ ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺσοῦ μιαρώτερος, ὥστε με χαίρειν,ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν αὐτόθεν,πανουργίᾳ τε καὶ θράσεικαὶ κοβαλικεύμασιν.ἀλλʼ ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν,νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.καὶ μὴν ἀκούσαθʼ οἷός ἐστιν οὑτοσὶ πολίτης.οὐκ αὖ μʼ ἐάσεις;μὰ Δίʼ ἐπεὶ κἀγὼ πονηρός εἰμι.ἐὰν δὲ μὴ ταύτῃ γʼ ὑπείκῃ, λέγʼ ὅτι κἀκ πονηρῶν.οὐκ αὖ μʼ ἐάσεις;μὰ Δία.ναὶ μὰ Δία.μὰ τὸν Ποσειδῶ.ἀλλʼ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.οἴμοι διαρραγήσομαι.καὶ μὴν ἐγὼ οὐ παρήσω.πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν.ἰδοὺ λέγειν. καλῶς γʼ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοιὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς.ἀλλʼ οἶσθʼ ὅπερ πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος.εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τʼ ἀνιῶν,ᾤου δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας.τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίνʼ; ὅστις εὐθὺςθύννεια θερμὰ καταφαγών, κᾆτʼ ἐπιπιὼν ἀκράτουοἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.ἐγὼ δέ γʼ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείανκαταβροχθίσας κᾆτʼ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτοςλαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.τὰ μὲν ἄλλα μʼ ἤρεσας λέγων·. ἓν δʼ οὐ προσίεταί με,τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει.