ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳἐσδραμὼν ἐς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.νὴ Δίʼ ἐξάγων γε τἀπόρρηθʼ, ἅμʼ ἄρτον καὶ κρέαςκαὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.ἀποθανεῖσθον αὐτίκα μάλα.τριπλάσιον κεκράξομαί σου.καταβοήσομαι βοῶν σε.κατακεκράξομαί σε κράζων.διαβαλῶ σʼ ἐὰν στρατηγῇς.κυνοκοπήσω σου τὸ νῶτον.περιελῶ σʼ ἀλαζονείαις.ὑποτεμοῦμαι τὰς ὁδούς σου.βλέψον ἔς μʼ ἀσκαρδάμυκτος.ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι.διαφορήσω σʼ εἴ τι γρύξει.κοπροφορήσω σʼ εἰ λαλήσεις.ὁμολογῶ κλέπτειν· σὺ δʼ οὐχί.νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον,κἀπιορκῶ γε βλεπόντων.ἀλλότρια τοίνυν σοφίζει,καὶ φανῶ σε τοῖς πρυτάνεσινἀδεκατεύτους τῶν θεῶν ἱερὰςἔχοντα κοιλίας.ὦ μιαρὲ καὶ βδελυρὲ † καὶ κεκράκτα †, τοῦ σοῦ θράσουςπᾶσα μὲν γῆ πλέα, πᾶσα δʼ ἐκκλησία, καὶ τέληκαὶ γραφαὶ καὶ δικαστήριʼ, ὦ βορβοροτάραξι καὶτὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς,ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν,κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.οἶδʼ ἐγὼ τὸ πρᾶγμα τοῦθʼ ὅθεν πάλαι καττύεται.εἰ δὲ μὴ σύ γʼ οἶσθα κάττυμʼ, οὐδʼ ἐγὼ χορδεύματα,ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸςτοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ,καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν.νὴ Δία κἀμὲ τοῦτʼ ἔδρασε ταὐτόν, ὥστε κατάγελωνπάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν·πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.ἆρα δῆτʼ οὐκ ἀπʼ ἀρχῆς ἐδήλους ἀναίδειαν,ἥπερ μόνη προστατεῖ ῥητόρων;