ἀπολεῖσθον ἀποθανεῖσθον ὦ μιαρωτάτω.οὗτος τί φεύγεις; οὐ μενεῖς; ὦ γεννάδαἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.ἄνδρες ἱππῆς παραγένεσθε· νῦν ὁ καιρός. ὦ Σίμων,ὦ Παναίτιʼ οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;ἅνδρες ἐγγύς. ἀλλʼ ἀμύνου κἀπαναστρέφου πάλιν.ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων.ἀλλʼ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατονκαὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς,καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτʼ ἐρῶ.καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας.ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκακαὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα·εὐλαβοῦ δὲ μὴ ʼκφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς,ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου,οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα,παραβοηθεῖθʼ, ὡς ὑπʼ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.ἐν δίκῃ γʼ, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων,κἄν τινʼ αὐτῶν γνῷς ἀπράγμονʼ ὄντα καὶ κεχηνότα,καταγαγὼν ἐκ Χερρονήσου διαβαλὼν ἀγκυρίσαςεἶτʼ ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας·καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα.ξυνεπίκεισθʼ ὑμεῖς; ἐγὼ δʼ ἄνδρες διʼ ὑμᾶς τύπτομαι,ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλειἑστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.ὡς δʼ ἀλαζών, ὡς δὲ μάσθλης· εἶδες οἷʼ ὑπέρχεταιὡσπερεὶ γέροντας ἡμᾶς καὶ κοβαλικεύεται;ἀλλʼ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται·ἢν δʼ ὑπεκκλίνῃ γε δευρί, τὸ σκέλος κυρηβάσει.ὦ πόλις καὶ δῆμʼ ὑφʼ οἵων θηρίων γαστρίζομαι.καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει;ἀλλʼ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι.ἀλλʼ ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ·ἢν δʼ ἀναιδείᾳ παρέλθῃ σʼ, ἡμέτερος ὁ πυραμοῦς.τουτονὶ τὸν ἄνδρʼ ἐγὼ ʼνδείκνυμι, καὶ φήμʼ ἐξάγειν