πῶς οὖν πρὸς ἐμὲ ταῦτʼ ἐστίν; ἀναδίδασκέ με.βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθʼ οὑτοσί.τί δʼ ἀγκυλοχήλης ἐστίν;αὐτό που λέγει,ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.ὁ δράκων δὲ πρὸς τί;τοῦτο περιφανέστατον.ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τʼ ἀλλᾶς αὖ μακρόν.εἶθʼ αἱματοπώτης ἔσθʼ ὅ τʼ ἀλλᾶς χὠ δράκων·τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετονἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις.τὰ μὲν λόγιʼ αἰκάλλει με· θαυμάζω δʼ ὅπωςτὸν δῆμον οἷός τʼ ἐπιτροπεύειν εἴμʼ ἐγώ.φαυλότατον ἔργον· ταῦθʼ ἅπερ ποιεῖς ποίει·τάραττε καὶ χόρδευʼ ὁμοῦ τὰ πράγματαἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς.τὰ δʼ ἄλλα σοι πρόσεστι δημαγωγικά,φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ·ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ·χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν.ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ·χὤπως ἀμυνεῖ τὸν ἄνδρα.καὶ τίς ξύμμαχοςγενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοιδεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς.ἀλλʼ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοιμισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι,καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί,καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός,κἀγὼ μετʼ αὐτῶν χὠ θεὸς ξυλλήψεται.καὶ μὴ δέδιθʼ· οὐ γάρ ἐστιν ἐξῃκασμένος,ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεντῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴνγνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.οἴμοι κακοδαίμων ὁ Παφλαγὼν ἐξέρχεται.οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον,ὁτιὴ ʼπὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;οὐκ ἔσθʼ ὅπως οὐ Χαλκιδέας ἀφίστατον.