σὺ μέντοι· κοὐδέπω γε πάνθʼ ὁρᾷς.ἀλλʼ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶκαὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.καθορῶ.τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;ἔγωγε.πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλʼ ἐς Καρίαντὸν δεξιόν, τὸν δʼ ἕτερον ἐς Καρχηδόνα.εὐδαιμονήσω δʼ εἰ διαστραφήσομαι;οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,ἀνὴρ μέγιστος.εἰπέ μοι καὶ πῶς ἐγὼἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;διʼ αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας,ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.οὐκ ἀξιῶ ʼγὼ ʼμαυτὸν ἰσχύειν μέγα.οἴμοι τί ποτʼ ἔσθʼ ὅτι σαυτὸν οὐ φῂς ἄξιον;ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.μῶν ἐκ καλῶν εἶ κἀγαθῶν;μὰ τοὺς θεοὺςεἰ μὴ ʼκ πονηρῶν γʼ.ὦ μακάριε τῆς τύχηςὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα.ἀλλʼ ὦγάθʼ οὐδὲ μουσικὴν ἐπίσταμαιπλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.τουτὶ μόνον σʼ ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦἔτʼ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους,ἀλλʼ εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇςἅ σοι διδόασʼ ἐν τοῖς λογίοισιν οἱ θεοί.πῶς δῆτά φησʼ ὁ χρησμός;εὖ νὴ τοὺς θεοὺςκαὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·ἀλλʼ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήληςγαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει,αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.