τὸν προβατοπώλην ἦν ἄρʼ ἀπολέσθαι χρεὼνὑπὸ βυρσοπώλου;νὴ Δίʼ.οἴμοι δείλαιος.πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος;ἔτʼ ἐστὶν εἷς ὑπερφυᾶ τέχνην ἔχων.εἴπʼ, ἀντιβολῶ, τίς ἐστιν;εἴπω;νὴ Δία.ἀλλαντοπώλης ἔσθʼ ὁ τοῦτον ἐξολῶν.ἀλλαντοπώλης; ὦ Πόσειδον τῆς τέχνης.φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν;ζητῶμεν αὐτόν.ἀλλʼ ὁδὶ προσέρχεταιὥσπερ κατὰ θεὸν εἰς ἀγοράν.ὦ μακάριεἀλλαντοπῶλα, δεῦρο δεῦρʼ ὦ φίλτατεἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.τί ἔστι; τί με καλεῖτε;δεῦρʼ ἔλθʼ, ἵνα πύθῃὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.ἴθι δὴ κάθελʼ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦτὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει·ἐγὼ δʼ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί·ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.ἰδού· τί ἔστιν;ὦ μακάριʼ ὦ πλούσιε,ὦ νῦν μὲν οὐδεὶς αὔριον δʼ ὑπέρμεγας,ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.τί μʼ ὦγάθʼ οὐ πλύνειν ἐᾷς τὰς κοιλίαςπωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;ὦ μῶρε ποίας κοιλίας; δευρὶ βλέπε.τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν;ὁρῶ.τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός·βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει.ἐγώ;