οὐ δῆτʼ, ἐπεί μοι χρησμός ἐστι Πυθικὸςφράζων ὑφʼ οὗ †δεήσει μʼ† ἡττᾶσθαι μόνου.τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.καὶ μήν σʼ ἐλέγξαι βούλομαι τεκμηρίῳ,εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι·παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου;ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.πῶς εἶπας; ὥς μου χρησμὸς ἅπτεται φρενῶν.εἶεν.ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον·ὦ Φοῖβʼ Ἄπολλον Λύκιε τί ποτέ μʼ ἐργάσει;τέχνην δὲ τίνα ποτʼ εἶχες ἐξανδρούμενος;ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.οἴμοι κακοδαίμων· οὐκέτʼ οὐδέν εἰμʼ ἐγώ.λεπτή τις ἐλπίς ἐστʼ ἐφʼ ἧς ὀχούμεθα.καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷἠλλαντοπώλεις ἐτεὸν ἢ ʼπὶ ταῖς πύλαις;ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.κυλίνδετʼ εἴσω τόνδε τὸν δυσδαίμονα.ὦ στέφανε χαίρων ἄπιθι, κεἴ σʼ ἄκων ἐγὼλείπω· σὲ δʼ ἄλλος τις λαβὼν κεκτήσεται,κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δʼ ἴσως.Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον.ὦ χαῖρε καλλίνικε καὶ μέμνησʼ ὅτιἀνὴρ γεγένησαι διʼ ἐμέ· καί σʼ αἰτῶ βραχύ,ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.ἐμοὶ δέ γʼ ὅ τι σοι τοὔνομʼ εἴπʼ.Ἀγοράκριτος·ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί.καὶ μὴν ἐγώ σʼ ὦ Δῆμε θεραπεύσω καλῶς,ὥσθʼ ὁμολογεῖν σε μηδένʼ ἀνθρώπων ἐμοῦἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.τί κάλλιον ἀρχομένοισινἢ καταπαυομένοισινἢ θοᾶν ἵππων ἐλατῆρας ἀείδειν, †μηδὲν ἐσ† Λυσίστρατον,