ὦ θυμὲ νυνὶ βωμολόχον ἔξευρέ τι.ὁρᾷς τάδʼ ὦ κακόδαιμον;ὀλίγον μοι μέλει·ἐκεινοιὶ γὰρ ὡς ἔμʼ ἔρχονταί τινεςπρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.ποῦ ποῦ;τί δέ σοι τοῦτʼ; οὐκ ἐάσεις τοὺς ξένους;ὦ Δημίδιον ὁρᾷς τὰ λαγῷʼ ἅ σοι φέρω;οἴμοι τάλας ἀδίκως γε τἄμʼ ὑφήρπασας.νὴ τὸν Ποσειδῶ καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.εἴπʼ, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμʼ ἐμόν.ἐγὼ δʼ ἐκινδύνευσʼ, ἐγὼ δʼ ὤπτησά γε.ἄπιθʼ· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις.οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι.τί οὐ διακρίνεις Δῆμʼ ὁπότερός ἐστι νῷνἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;τῷ δῆτʼ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳδόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;ἐγὼ φράσω σοι. τὴν ἐμὴν κίστην ἰὼνξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττʼ ἔνι,καὶ τὴν Παφλαγόνος· κἀμέλει κρινεῖς καλῶς.φέρʼ ἴδω τί οὖν ἔνεστιν;οὐχ ὁρᾷς κενὴνὦ παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν.αὕτη μὲν ἡ κίστη τὰ τοῦ Δήμου φρονεῖ.βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.ὁρᾷς τάδʼ;οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα.ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο·ἐμοὶ δʼ ἔδωκεν ἀποτεμὼν τυννουτονί.τοιαῦτα μέντοι καὶ πρότερόν σʼ ἠργάζετο·σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν,αὐτὸς δʼ ἑαυτῷ παρετίθει τὰ μείζονα.ὦ μιαρὲ κλέπτων δή με ταῦτʼ ἐξηπάτας;ἐγὼ δέ τυ ἐστεφάνιξα κἀδωρησάμαν.ἐγὼ δʼ ἔκλεπτον ἐπʼ ἀγαθῷ γε τῇ πόλει.κατάθου ταχέως τὸν στέφανον, ἵνʼ ἐγὼ τουτῳὶαὐτὸν περιθῶ.κατάθου ταχέως μαστιγία.