μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυπεῖν ἑκούσῃ καρδίᾳ;καὶ γὰρ οὗτος ὦ φίλʼ Ἄπολλον ἀεὶ πεινῇ, θαλεροῖς δακρύοιςσᾶς ἁπτόμενος φαρέτρας Πυθῶνι δίᾳ μὴ κακῶς πένεσθαι.λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστʼ ἐπίφθονον,ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται.εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλʼ ἀκοῦσαι καὶ κακά,αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου.νῦν δʼ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται,ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον.ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής,Ἀριφράδης πονηρός. ἀλλὰ τοῦτο μὲν καὶ βούλεται·ἔστι δʼ οὐ μόνον πονηρός, οὐ γὰρ οὐδʼ ἂν ᾐσθόμην,οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι.τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται,ἐν κασωρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον,καὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας,καὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ.ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται,οὔ ποτʼ ἐκ ταὐτοῦ μεθʼ ἡμῶν πίεται ποτηρίου.ἦ πολλάκις ἐννυχίαισιφροντίσι συγγεγένημαι,καὶ διεζήτηχʼ ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος.φασὶ μὲν γὰρ αὐτὸν ἐρεπτόμενον τὰ τῶν ἐχόντων ἀνέρωνοὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δʼ ἀντιβολεῖν ἂν ὅμως·ἴθʼ ὦ ἄνα πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐς λόγον,καὶ μίαν λέξαι τινʼ αὐτῶν ἥτις ἦν γεραιτέρα·οὐδὲ πυνθάνεσθε ταῦτʼ ὦ παρθένοι τἀν τῇ πόλει;φασὶν αἰτεῖσθαί τινʼ ἡμῶν ἑκατὸν ἐς Καρχηδόναἄνδρα μοχθηρὸν πολίτην ὀξίνην Ὑπέρβολον·ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν,καί τινʼ εἰπεῖν ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει·ἀποτρόπαἰ οὐ δῆτʼ ἐμοῦ γʼ ἄρξει ποτʼ, ἀλλʼ ἐάν με χρῇ,ὑπὸ τερηδόνων σαπεῖσʼ ἐνταῦθα καταγηράσομαι·οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτʼ ὦ θεοί,εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην.ἢν δʼ ἀρέσκῃ ταῦτʼ Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖἐς τὸ Θησεῖον πλεούσαις ἢ ʼπὶ τῶν σεμνῶν θεῶν.οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει·ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,