ἵνα σʼ εὖ ποιῶμεν ἐξ ἴσου.δρᾶν ταῦτα χρή.ἄπιτον.ἰδού.θέοιτʼ ἄν.ὑποθεῖν οὐκ ἐῶ.ἀλλʼ ἢ μεγάλως εὐδαιμονήσω τήμερονὑπὸ τῶν ἐραστῶν νὴ Δίʼ ἢ ʼγὼ θρύψομαι.ὁρᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.ἀλλʼ οὐ τράπεζαν, ἀλλʼ ἐγὼ προτεραίτερος.ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.ἐγὼ δὲ μυστίλας μεμυστιλημέναςὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.ὡς μέγαν ἄρʼ εἶχες ὦ πότνια τὸν δάκτυλον.ἐγὼ δʼ ἔτνος γε πίσινον εὔχρων καὶ καλόν·ἐτόρυνε δʼ αὔθʼ ἡ Παλλὰς ἡ Πυλαιμάχος.ὦ Δῆμʼ ἐναργῶς ἡ θεός σʼ ἐπισκοπεῖ,καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.οἴει γὰρ οἰκεῖσθʼ ἂν ἔτι τήνδε τὴν πόλιν,εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.ἡ δʼ Ὀβριμοπάτρα γʼ ἑφθὸν ἐκ ζωμοῦ κρέαςκαὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.καλῶς γʼ ἐποίησε τοῦ πέπλου μεμνημένη.ἡ Γοργολόφα σʼ ἐκέλευε τουτουὶ φαγεῖνἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.λαβὲ καὶ ταδί νυν.καὶ τί τούτοις χρήσομαιτοῖς ἐντέροις;ἐπίτηδες αὔτʼ ἔπεμψέ σοιἐς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός·ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.ὡς ἡδὺς ὦ Ζεῦ καὶ τὰ τρία φέρων καλῶς.ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.λαβέ νυν πλακοῦντος πίονος παρʼ ἐμοῦ τόμον.παρʼ ἐμοῦ δʼ ὅλον γε τὸν πλακοῦντα τουτονί.ἀλλʼ οὐ λαγῷʼ ἕξεις ὁπόθεν δῷς, ἀλλʼ ἐγώ.οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;