ὑμῶν, ὅτε μʼ οὐ φρονεῖννομίζετʼ· ἐγὼ δʼ ἑκὼνταῦτʼ ἠλιθιάζω.αὐτός τε γὰρ ἥδομαιβρύλλων τὸ καθʼ ἡμέραν,κλέπτοντά τε βούλομαιτρέφειν ἕνα προστάτην·τοῦτον δʼ, ὅταν ᾖ πλέως,ἄρας ἐπάταξα.χοὔτω μὲν ἂν εὖ ποιοῖς,εἴ σοι πυκνότης ἔνεστʼἐν τῷ τρόπῳ, ὡς λέγεις,τούτῳ πάνυ πολλή,εἰ τούσδʼ ἐπίτηδες ὥσπερδημοσίους τρέφειςἐν τῇ πυκνί, κᾆθʼ ὅτανμή σοι τύχῃ ὄψον ὄν,τούτων ὃς ἂν ᾖ παχύς,θύσας ἐπιδειπνεῖς.σκέψασθε δέ μʼ, εἰ σοφῶςαὐτοὺς περιέρχομαιτοὺς οἰομένους φρονεῖνκἄμʼ ἐξαπατύλλειν.τηρῶ γὰρ ἑκάστοτʼ αὐτοὺςοὐδὲ δοκῶν ὁρᾶνκλέπτοντας· ἔπειτʼ ἀναγκάζωπάλιν ἐξεμεῖνἅττʼ ἂν κεκλόφωσί μου,κημὸν καταμηλῶν.ἄπαγʼ ἐς μακαρίαν ἐκποδών.σύ γʼ ὦ φθόρε.ὦ Δῆμʼ ἐγὼ μέντοι παρεσκευασμένοςτρίπαλαι κάθημαι βουλόμενός σʼ εὐεργετεῖν.ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαικαὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι.ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαιβδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.οἶσθʼ οὖν ὃ δρᾶσον;εἰ δὲ μή, φράσεις γε σύ.ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί,