Κυλλήνην ὀρθῶς, ὁτιή φησʼ, ἔμβαλε κυλλῇ.οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβοςἐς τὴν χεῖρʼ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους.ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,χὤτι γʼ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.ἀλλʼ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴτοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ʼπικαθῆσθαι·εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.ἰοὺ ἰού.οὐκ ἦν ἄρʼ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶγερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.μήπω γʼ, ἱκετεύω σʼ, ἀλλʼ ἀνάμεινον, ὡς ἐγὼκριθὰς ποριῶ σοι καὶ βίον καθʼ ἡμέραν.οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκιςἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.ἀλλʼ ἄλφιτʼ ἤδη σοι ποριῶ ʼσκευασμένα.ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμέναςκαὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλʼ εἰ μὴ ʼσθιε.ἀνύσατέ νυν ὅ τι περ ποιήσεθʼ· ὡς ἐγώ,ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποιῇ,τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.τρέχοιμʼ ἂν εἴσω πρότερος.οὐ δῆτʼ ἀλλʼ ἐγώ.ὦ Δῆμε καλήν γʼ ἔχειςἀρχήν, ὅτε πάντες ἄνθρωποιδεδίασί σʼ ὥσπερἄνδρα τύραννον.ἀλλʼ εὐπαράγωγος εἶ,θωπευόμενός τε χαίρειςκἀξαπατώμενος,πρὸς τόν τε λέγοντʼ ἀεὶκέχηνας· ὁ νοῦς δέ σουπαρὼν ἀποδημεῖ.νοῦς οὐκ ἔνι ταῖς κόμαις