τουτονὶδῆσαί σʼ ἐκέλευʼ ἐν πεντεσυρίγγῳ ξύλῳ.ταυτὶ τελεῖσθαι τὰ λόγιʼ ἤδη μοι δοκεῖ.μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.ἀλλʼ ἱέρακα φίλει μεμνημένος ἐν φρεσὶν ὅς σοιἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.Κεκροπίδη κακόβουλε τί τοῦθʼ ἡγεῖ μέγα τοὔργον;καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη·ἀλλʼ οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν.ἔστι Πύλος πρὸ Πύλοιο—τί τοῦτο λέγει, πρὸ Πύλοιο;τὰς πυέλους φησὶν καταλήψεσθʼ ἐν βαλανείῳ.ἐγὼ δʼ ἄλουτος τήμερον γενήσομαι;οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν.ἀλλʼ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.προσέχω· σὺ δʼ ἀναγίγνωσκε, τοῖς ναύταισί μουὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.Αἰγεΐδη φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,λαίθαργον ταχύπουν, δολίαν κερδὼ πολύιδριν.οἶσθʼ ὅ τι ἐστὶν τοῦτο;Φιλόστρατος ἡ κυναλώπηξ.οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτεαἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί·ταύτας ἀπαυδᾷ μὴ διδόναι σʼ ὁ Λοξίας.πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;ὅπως;ὅτι ἡ τριήρης ἐστὶ χὠ κύων ταχύ.πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί;ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.εἶεν·τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.ἀλλʼ ἔτι τόνδʼ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαιχρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.ποίαν Κυλλήνην;τὴν τούτου χεῖρʼ ἐποίησεν