εἴσειμʼ ὑπαὶ πτερύγων κιχλᾶν καὶ κοψίχων.εἶδες ὦ εἶδες ὦ πᾶσα πόλι τὸν φρόνιμον ἄνδρα τὸν ὑπέρσοφον,οἷʼ ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν,ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δʼ αὖ πρέπει χλιαρὰ κατεσθίειν.αὐτόματα πάντʼ ἀγαθὰ τῷδέ γε πορίζεται.οὐδέποτʼ ἐγὼ Πόλεμον οἴκαδʼ ὑποδέξομαι,οὐδὲ παρʼ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεταιξυγκατακλινείς, ὅτι παροινικὸς ἀνὴρ ἔφυ,ὅστις ἐπὶ πάντʼ ἀγάθʼ ἔχοντας ἐπικωμάσαςἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχεικἀμάχετο καὶ προσέτι πολλὰ προκαλουμένουπῖνε κατάκεισο λαβὲ τήνδε φιλοτησίαντὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἐν τῷ πυρί,ἐξέχει θʼ ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων.οὑτοσὶ δʼ ἐπτέρωταί τʼ ἐπὶ τὸ δεῖπνον ἅμα καὶ μεγάλα δὴ φρονεῖ,τοῦ βίου δʼ ἐξέβαλε δεῖγμα τάδε τὰ πτερὰ πρὸ τῶν θυρῶν.ὦ Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε Διαλλαγή,ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρʼ ἐλάνθανες.πῶς ἂν ἐμὲ καὶ σέ τις Ἔρως ξυναγάγοι λαβών,ὥσπερ ὁ γεγραμμένος ἔχων στέφανον ἀνθέμων.ἢ πάνυ γερόντιον ἴσως νενόμικάς με σύ;ἀλλά σε λαβὼν τρία δοκῶ γʼ ἂν ἔτι προσβαλεῖν·πρῶτα μὲν ἂν ἀμπελίδος ὄρχον ἐλάσαι μακρόν,εἶτα παρὰ τόνδε νέα μοσχίδια συκίδων,καὶ τὸ τρίτον ἡμερίδος ὄρχον, ὁ γέρων ὁδί,καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ,ὥστʼ ἀλείφεσθαί σʼ ἀπʼ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις.ἀκούετε λεῴ· κατὰ τὰ πάτρια τοὺς Χοᾶςπίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δʼ ἂν ἐκπίῃπρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται.ὦ παῖδες ὦ γυναῖκες οὐκ ἠκούσατε;τί δρᾶτε; τοῦ κήρυκος οὐκ ἀκούετε;ἀναβράττετʼ ἐξοπτᾶτε τρέπετʼ ἀφέλκετετὰ λαγῷα ταχέως, τοὺς στεφάνους ἀνείρετε.φέρε τοὺς ὀβελίσκους, ἵνʼ ἀναπείρω τὰς κίχλας.ζηλῶ σε τῆς εὐβουλίας,μᾶλλον δὲ τῆς εὐωχίαςἄνθρωπε τῆς παρούσης.τί δῆτʼ ἐπειδὰν τὰς κίχλας ὀπτωμένας ἴδητε;οἶμαί σε καὶ τοῦτʼ εὖ λέγειν.