ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν,ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα·ἃ δʼ ὠδυνήθην, ψαμμακοσιογάργαρα.φέρʼ ἴδω, τί δʼ ἥσθην ἄξιον χαιρηδόνος;ἐγᾦδʼ ἐφʼ ᾧ γε τὸ κέαρ ηὐφράνθην ἰδών,τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν.ταῦθʼ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέαςδιὰ τοῦτο τοὔργον· ἄξιον γὰρ Ἑλλάδι.ἀλλʼ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν,ὅτε δὴ ʼκεχήνη προσδοκῶν τὸν Αἰσχύλον,ὁ δʼ ἀνεῖπεν, εἴσαγʼ ὦ Θέογνι τὸν χορόν.πῶς τοῦτʼ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν;ἀλλʼ ἕτερον ἥσθην, ἡνίκʼ ἐπὶ Μόσχῳ ποτὲΔεξίθεος εἰσῆλθʼ ᾀσόμενος Βοιώτιον.τῆτες δʼ ἀπέθανον καὶ διεστράφην ἰδών,ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον.ἀλλʼ οὐδεπώποτʼ ἐξ ὅτου ʼγὼ ῥύπτομαιοὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦςὡς νῦν, ὁπότʼ οὔσης κυρίας ἐκκλησίαςἑωθινῆς ἔρημος ἡ πνὺξ αὑτηί,οἱ δʼ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτωτὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον.οὐδʼ οἱ πρυτάνεις ἥκουσιν, ἀλλʼ ἀωρίανἥκοντες, εἶτα δʼ ὠστιοῦνται πῶς δοκεῖςἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου,ἁθρόοι καταρρέοντες· εἰρήνη δʼ ὅπωςἔσται προτιμῶσʼ οὐδέν· ὦ πόλις πόλις.ἐγὼ δʼ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαννοστῶν κάθημαι· κᾆτʼ ἐπειδὰν ὦ μόνος,στένω κέχηνα σκορδινῶμαι πέρδομαι,ἀπορῶ γράφω παρατίλλομαι λογίζομαι,ἀποβλέπων ἐς τὸν ἀγρὸν εἰρήνης ἐρῶν,στυγῶν μὲν ἄστυ τὸν δʼ ἐμὸν δῆμον ποθῶν,ὃς οὐδεπώποτʼ εἶπεν, ἄνθρακας πρίω,οὐκ ὄξος οὐκ ἔλαιον, οὐδʼ ᾔδει πρίω,ἀλλʼ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν.νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένοςβοᾶν ὑποκρούειν λοιδορεῖν τοὺς ῥήτορας,ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ.ἀλλʼ οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί.