τὸ πῦρ ὑποσκάλευε.ἤκουσας ὡς μαγειρικῶςκομψῶς τε καὶ δειπνητικῶςαὑτῷ διακονεῖται;οἴμοι τάλας.ὦ Ἡράκλεις τίς οὑτοσί;ἀνὴρ κακοδαίμων.κατὰ σεαυτόν νυν τρέπου.ὦ φίλτατε, σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ,μέτρησον εἰρήνης τί μοι, κἂν πέντʼ ἔτη.τί δʼ ἔπαθες;ἐπετρίβην ἀπολέσας τὼ βόε.πόθεν;ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι.ὦ τρισκακόδαιμον εἶτα λευκὸν ἀμπέχει;καὶ ταῦτα μέντοι νὴ Δίʼ ὥπερ μʼ ἐτρεφέτηνἐν πᾶσι βολίτοις.εἶτα νυνὶ τοῦ δέει;ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε.ἀλλʼ εἴ τι κήδει Δερκέτου Φυλασίου,ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ.ἀλλʼ ὦ πόνηρʼ οὐ δημοσιεύων τυγχάνω.ἴθʼ ἀντιβολῶ σʼ, ἤν πως κομίσωμαι τὼ βόε.οὐκ ἔστιν, ἀλλὰ κλᾶε πρὸς τοὺς Πιττάλου.σὺ δʼ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕναἐς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί.οὐδʼ ἂν στριβιλικίγξ· ἀλλʼ ἀπιὼν οἴμωζέ ποι.οἴμοι κακοδαίμων τοῖν γεωργοῖν βοιδίοιν.ἁνὴρ ἀνηύρηκέν τι ταῖςσπονδαῖσιν ἡδύ, κοὐκ ἔοικενοὐδενὶ μεταδώσειν.κατάχει σὺ τῆς χορδῆς τὸ μέλι, τὰς σηπίας στάθευε.ἤκουσας ὀρθιασμάτων;ὀπτᾶτε τἀγχέλεια.ἀποκτενεῖς λιμῷ ʼμὲ καὶτοὺς γείτονας κνίσῃ τε καὶφωνῇ τοιαῦτα λάσκων.ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε.Δικαιόπολι.τίς οὑτοσί; τίς οὑτοσί;