τί χρήσεταί ποτʼ αὐτῷ;πάγχρηστον ἄγγος ἔσται,κρατὴρ κακῶν, τριπτὴρ δικῶν,φαίνειν ὑπευθύνους λυχνοῦχοςκαὶ κύλιξ—καὶ πράγματʼ ἐγκυκᾶσθαι.πῶς δʼ ἂν πεποιθοίη τις ἀγγείῳτοιούτῳ χρώμενοςκατʼ οἰκίαντοσόνδʼ ἀεὶ ψοφοῦντι;ἰσχυρόν ἐστιν ὦγάθʼ, ὥστʼοὐκ ἂν καταγείη ποτʼ, εἴπερἐκ ποδῶνκατωκάρα κρέμαιτο.ἤδη καλῶς ἔχει σοι.μέλλω γά τοι θερίδδειν.ἀλλʼ ὦ ξένων βέλτιστε συνθέριζεκαὶ τοῦτον λαβὼνπρόσβαλλʼ ὅποι βούλει φέρωνπρὸς πάντα συκοφάντην.μόλις γʼ ἐνέδησα τὸν κακῶς ἀπολούμενον.αἴρου λαβὼν τὸν κέραμον ὦ Βοιώτιε.ὑπόκυπτε τὰν τύλαν ἰὼν Ἰσμήνιχε.χὤπως κατοίσεις αὐτὸν εὐλαβούμενος.πάντως μὲν οἴσεις οὐδὲν ὑγιές, ἀλλʼ ὅμως·κἂν τοῦτο κερδήνῃς ἄγων τὸ φορτίον,εὐδαιμονήσεις συκοφαντῶν γʼ οὕνεκα.Δικαιόπολι.τίς ἔστι; τί με βωστρεῖς;ὅ τι;ἐκέλευε Λάμαχός σε ταυτησὶ δραχμῆςἐς τοὺς Χοᾶς αὑτῷ μεταδοῦναι τῶν κιχλῶν,τριῶν δραχμῶν δʼ ἐκέλευε Κωπᾷδʼ ἔγχελυν.ὁ ποῖος οὗτος Λάμαχος τὴν ἔγχελυν;ὁ δεινός, ὁ ταλαύρινος, ὃς τὴν Γοργόναπάλλει κραδαίνων τρισὶ κατάσκιος λόφοις.οὐκ ἂν μὰ Δίʼ εἰ δοίη γέ μοι τὴν ἀσπίδα·ἀλλʼ ἐπὶ ταρίχει τοὺς λόφους κραδαινέτω·ἢν δʼ ἀπολιγαίνῃ, τοὺς ἀγορανόμους καλῶ.ἐγὼ δʼ ἐμαυτῷ τόδε λαβὼν τὸ φορτίον