λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ,ᾇπερ πίθακον ἀλιτρίας πολλᾶς πλέων.καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν.μικκός γα μᾶκος οὗτος.ἀλλʼ ἅπαν κακόν.ταυτὶ τίνος τὰ φορτίʼ ἐστί;τῶδʼ ἐμὰΘείβαθεν, ἴττω Δεύς.ἐγὼ τοίνυν ὁδὶφαίνω πολέμια ταῦτα.τί δὲ κακὸν παθὼνὀρναπετίοισι πόλεμον ἤρα καί μάχαν;καὶ σέ γε φανῶ πρὸς τοῖσδε.τί ἀδικείμενος;ἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν·ἐκ τῶν πολεμίων γʼ εἰσάγεις θρυαλλίδας.ἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα;αὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον.νεώριον θρυαλλίς;οἶμαι·τίνι τρόπῳ;ἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιοςἅψας ἄν ἐσπέμψειεν ἐς τὸ νεώριονδιʼ ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν.κεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ,σελαγοῖντʼ ἂν εὐθύς.ὦ κάκιστʼ ἀπολούμενε,σελαγοῖντʼ ἂν ὑπὸ τίφης τε καὶ θρυαλλίδος;μαρτύρομαι.ξυλλάμβανʼ αὐτοῦ τὸ στόμα·δός μοι φορυτόν, ἵνʼ αὐτὸν ἐνδήσας φέρωὥσπερ κέραμον ἵνα μὴ καταγῇ φερόμενος.ἔνδησον ὦ βέλτιστε τῷξένῳ καλῶς τὴν ἐμπολὴνοὕτως ὅπωςἂν μὴ θέρων κατάξῃ.ἐμοὶ μελήσει ταῦτʼ, ἐπείτοι καὶ ψοφεῖ λάλον τι καὶπυρορραγὲςκἄλλως θεοῖσιν ἐχθρόν.