τῶν ὀρταλίχων ἢ τῶν τετραπτερυλλίδων.ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.τί φέρεις;ὅσʼ ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς,ὀρίγανον γλαχὼ ψιάθως θρυαλλίδαςνάσσας κολοιὼς ἀτταγᾶς φαλαρίδαςτροχίλως κολύμβως.ὡσπερεὶ χειμὼν ἄραὀρνιθίας ἐς τὴν ἀγορὰν ἐλήλυθας.καὶ μὰν φέρω χᾶνας λαγὼς ἀλώπεκαςσκάλοπας ἐχίνως αἰελούρως πικτίδαςἰκτῖδας ἐνύδρως ἐγχέλεις Κωπαΐδας.ὦ τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων,δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις.πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν,ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ.ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη,ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς,φίλη δὲ Μορύχῳ. δμῶες ἐξενέγκατετὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα.σκέψασθε παῖδες τὴν ἀρίστην ἔγχελυν,ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην·προσείπατʼ αὐτὴν ὦ τέκνʼ· ἄνθρακας δʼ ἐγὼὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν.ἀλλʼ ἔσφερʼ αὐτήν· μηδὲ γὰρ θανών ποτεσοῦ χωρὶς εἴην ἐντετευτλανωμένης.ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται;ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί·ἀλλʼ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων λέγε.ἰώγα ταῦτα πάντα.φέρε πόσου λέγεις;ἢ φορτίʼ ἕτερʼ ἐνθένδʼ ἐκεῖσʼ ἄξεις ἰών;ὅ τι γʼ ἔστʼ Ἀθάναις, ἐν Βοιωτοῖσιν δὲ μή.ἀφύας ἄρʼ ἄξεις πριάμενος Φαληρικὰςἢ κέραμον.ἀφύας ἢ κέραμον; ἀλλʼ ἔντʼ ἐκεῖ·ἀλλʼ ὅ τι παρʼ ἁμῖν μή ʼστι, τᾷδε δʼ αὖ πολύ.ἐγᾦδα τοίνυν· συκοφάντην ἔξαγε,ὥσπερ κέραμον ἐνδησάμενος.νεὶ τὼ θιὼ