καὶ χαῖρε πόλλʼ.ἀλλʼ ἁμὶν οὐκ ἐπιχώριον.πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτʼ ἐμοί.ὦ χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸςπαίειν ἐφʼ ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ.εὐδαιμονεῖ γʼ ἅνθρωπος. οὐκ ἤκουσας οἷ προβαίνειτὸ πρᾶγμα τοῦ βουλεύματος; καρπώσεται γὰρ ἁνὴρἐν τἀγορᾷ καθήμενος·κἂν εἰσίῃ τις Κτησίαςἢ συκοφάντης ἄλλος, οἰμώζωνκαθεδεῖται·οὐδʼ ἄλλος ἀνθρώπων ὑποψωνῶν σε πημανεῖ τι,οὐδʼ ἐξομόρξεται Πρέπις τὴν εὐρυπρωκτίαν σοι,οὐδʼ ὠστιεῖ Κλεωνύμῳ·χλαῖναν δʼ ἔχων φανὴν δίεικοὐ ξυντυχών σʼ Ὑπέρβολοςδικῶν ἀναπλήσει·οὐδʼ ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζωνΚρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ,ὁ περιπόνηρος Ἀρτέμων,ὁ ταχὺς ἄγαν τὴν μουσικήν,ὄζων κακὸν τῶν μασχαλῶνπατρὸς Τραγασαίου·οὐδʼ αὖθις αὖ σε σκώψεται Παύσων ὁ παμπόνηροςΛυσίστρατός τʼ ἐν τἀγορᾷ, Χολαργέων ὄνειδος,ὁ περιαλουργὸς τοῖς κακοῖς,ῥιγῶν τε καὶ πεινῶν ἀεὶπλεῖν ἢ τριάκονθʼ ἡμέραςτοῦ μηνὸς ἑκάστου.ἴττω Ἡρακλῆς ἔκαμόν γα τὰν τύλαν κακῶς·κατάθου τὺ τὰν γλάχωνʼ ἀτρέμας Ἰσμηνία·ὑμὲς δʼ ὅσοι Θείβαθεν αὐληταὶ πάρατοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός.παῦʼ ἐς κόρακας. οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν;πόθεν προσέπτονθʼ οἱ κακῶς ἀπολούμενοιἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι;νεὶ τὸν Ἰόλαον ἐπεχαρίττα γʼ ὦ ξένε·Θείβαθε γὰρ φυσᾶντες ἐξόπισθέ μουτἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί.ἀλλʼ εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω