χοῖρε χοῖρε.κοῒ κοΐ.τρώγοις ἂν ἐρεβίνθους;κοῒ κοῒ κοΐ.τί δαί; φιβάλεως ἰσχάδας;κοῒ κοΐ.τί δαὶ σύ; τρώγοις ἄν;κοῒ κοῒ κοΐ.ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε.ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδωντοῖς χοιριδίοισιν. ἆρα τρώξονται; βαβαί,οἷον ῥοθιάζουσʼ ὦ πολυτίμηθʼ Ἡράκλεις.ποδαπὰ τὰ χοιρίʼ; ὡς Τραγασαῖα φαίνεται.ἀλλʼ οὔτι πάσας κατέτραγον τὰς ἰσχάδας.ἐγὼ γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν.νὴ τὸν Δίʼ ἀστείω γε τὼ βοσκήματε·πόσου πρίωμαί σοι τὰ χοιρίδια; λέγε.τὸ μὲν ἅτερον τούτων σκορόδων τροπαλίδος,τὸ δʼ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν.ὠνήσομαί σοι· περίμενʼ αὐτοῦ.ταῦτα δή.Ἑρμᾶ ʼμπολαῖε τὰν γυναῖκα τὰν ἐμὰνοὕτω μʼ ἀποδόσθαι τάν τʼ ἐμωυτῶ τʼ ἐμωυτῶ ματέρα.ὦνθρωπε ποδαπός;χοιροπώλας Μεγαρικός.τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶπολέμια καὶ σέ.τοῦτʼ ἐκεῖνʼ, ἵκει πάλινὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμῖν ἔφυ.κλάων μεγαριεῖς. οὐκ ἀφήσεις τὸν σάκον;Δικαιόπολι Δικαιόπολι φαντάδδομαι.ὑπὸ τοῦ; τίς ὁ φαίνων σʼ ἐστίν; ἁγορανόμοι,τοὺς συκοφάντας οὐ θύραζʼ ἐξείρξετε;τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος;οὐ γὰρ φανῶ τοὺς πολεμίους;κλάων γε σύ,εἰ μὴ ʼτέρωσε συκοφαντήσεις τρέχων.οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτʼ ἔνι.θάρρει Μεγαρίκʼ· ἀλλʼ ἧς τὰ χοιρίδιʼ ἀπέδουτιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας,