οὐκ ἔμοιγε φαίνεται.οὐ δεινά; θᾶσθε τῶδε τὰς ἀπιστίας·οὔ φατι τάνδε χοῖρον εἶμεν. ἀλλὰ μάν,αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν,αἰ μή ʼστιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ.ἀλλʼ ἔστιν ἀνθρώπου γε.ναὶ τὸν Διοκλέαἐμά γα. τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς;ἦ λῇς ἀκοῦσαι φθεγγομένας;νὴ τοὺς θεοὺςἔγωγε.φώνει δὴ τὺ ταχέως χοιρίον.οὐ χρῆσθα; σιγῇς ὦ κάκιστʼ ἀπολουμένα;πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις.κοῒ κοΐ.αὕτα ʼστὶ χοῖρος;νῦν γε χοῖρος φαίνεται.ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται.πέντʼ ἑτῶν,σάφʼ ἴσθι, ποττὰν ματέρʼ εἰκασθήσεται.ἀλλʼ οὐδὲ θύσιμός ἐστιν αὑτηγί.σά μάν;πᾷ δʼ οὐχὶ θύσιμός ἐστι;κέρκον οὐκ ἔχει.νεαρὰ γάρ ἐστιν· ἀλλὰ δελφακουμέναἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν.ἀλλʼ αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά.ὡς ξυγγενὴς ὁ κύσθος αὐτῆς θατέρᾳ.ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός.αἰ δʼ ἂν παχυνθῇ κἀναχνοιανθῇ τριχί,κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν.ἀλλʼ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται.οὐ χοῖρος Ἀφροδίτᾳ; μόνᾳ γα δαιμόνων.καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆςἅδιστον ἂν τὸν ὀδελὸν ἐμπεπαρμένον.ἤδη δʼ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν;ναὶ τὸν Ποτειδᾶν καί κʼ ἄνις γα τῶ πατρός.τί δʼ ἐσθίει μάλιστα;πάνθʼ ἅ κα διδῷς.αὐτὸς δʼ ἐρώτη.