περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων.ὅπως δὲ δοξεῖτʼ εἶμεν ἐξ ἀγαθᾶς ὑός·ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ ἱξεῖτʼ οἴκαδιςἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς.ἀλλʼ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία,κἤπειτεν ἐς τὸυ σάκκον ὧδʼ ἐσβαίνετε.ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετεχἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν.ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ·Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία;τί; ἀνὴρ Μεγαρικός;ἀγορασοῦντες ἵκομες.πῶς ἔχετε;διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ.ἀλλʼ ἡδύ τοι νὴ τὸν Δίʼ, ἢν αὐλὸς παρῇ.τί δʼ ἄλλο πράττεθʼ οἱ Μεγαρῆς νῦν;οἷα δή.ὅκα μὲν ἐγὼν τηνῶθεν ἐμπορευόμαν,ἄνδρες πρόβουλοι τοῦτʼ ἔπραττον τᾷ πόλει,ὅπως τάχιστα καὶ κάκιστʼ ἀπολοίμεθα.αὐτίκʼ ἄρʼ ἀπαλλάξεσθε πραγμάτων.σά μάν;τί δʼ ἄλλο Μεγαροῖ; πῶς ὁ σῖτος ὤνιος;παρʼ ἁμὶ πολυτίματος ᾇπερ τοὶ θεοί.ἅλας οὖν φέρεις;οὐχ ὑμὲς αὐτῶν ἄρχετε;οὐδὲ σκόροδα;ποῖα σκόροδʼ; ὑμὲς τῶν ἀεί,ὅκκʼ ἐσβάλητε, τὼς ἀρωραῖοι μύεςπάσσακι τὰς ἄγλιθας ἐξορύσσετε.τί δαὶ φέρεις;χοίρως ἐγώνγα μυστικάς.καλῶς λέγεις· ἐπίδειξον.ἀλλὰ μὰν καλαί.ἄντεινον αἰ λῇς· ὡς παχεῖα καὶ καλά.τουτὶ τί ἦν τὸ πρᾶγμα;χοῖρος ναὶ Δία.τί λέγεις σύ; ποδαπὴ δή ʼστι χοῖρος;Μεγαρικά.ἢ οὐ χοῖρός ἐσθʼ ἅδʼ;