εἶτα Μαραθῶνι μὲν ὅτʼ ἦμεν ἐδιώκομεν,νῦν δʼ ὑπʼ ἀνδρῶν πονηρῶν σφόδρα διωκόμεθα, κᾆτα προσαλισκόμεθα.πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας;τῷ γὰρ εἰκὸς ἄνδρα κυφὸν ἡλίκον Θουκυδίδηνἐξολέσθαι συμπλακέντα τῇ Σκυθῶν ἐρημίᾳ,τῷδε τῷ Κηφισοδήμῳ τῷ λάλῳ ξυνηγόρῳ;ὥστʼ ἐγὼ μὲν ἠλέησα κἀπεμορξάμην ἰδὼνἄνδρα πρεσβύτην ὑπʼ ἀνδρὸς τοξότου κυκώμενον,ὃς μὰ τὴν Δήμητρʼ, ἐκεῖνος ἡνίκʼ ἦν Θουκυδίδης,οὐδʼ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο,ἀλλὰ κατεπάλαισε μέντἂν πρῶτον Εὐάθλους δέκα,κατεβόησε δʼ ἂν κεκραγὼς τοξότας τρισχιλίους,περιετόξευσεν δʼ ἂν αὐτοῦ τοῦ πατρὸς τοὺς ξυγγενεῖς.ἀλλʼ ἐπειδὴ τοὺς γέροντας οὐκ ἐᾶθʼ ὕπνου τυχεῖν,ψηφίσασθε χωρὶς εἶναι τὰς γραφάς, ὅπως ἂν ᾖτῷ γέροντι μὲν γέρων καὶ νωδὸς ὁ ξυνήγορος,τοῖς νέοισι δʼ εὐρύπρωκτος καὶ λάλος χὠ Κλεινίου.κἀξελαύνειν χρὴ τὸ λοιπόν, κἂν φύγῃ τις ζημιοῦν,τὸν γέροντα τῷ γέροντι, τὸν νέον δὲ τῷ νέῳ.ὅροι μὲν ἀγορᾶς εἰσιν οἵδε τῆς ἐμῆς.ἐνταῦθʼ ἀγοράζειν πᾶσι Πελοποννησίοιςἔξεστι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις,ἐφʼ ᾧτε πωλεῖν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαιτρεῖς τοὺς λαχόντας τούσδʼ ἱμάντας ἐκ Λεπρῶν.ἐνταῦθα μήτε συκοφάντης εἰσίτωμήτʼ ἄλλος ὅστις Φασιανός ἐστʼ ἀνήρ.ἐγὼ δὲ τὴν στήλην καθʼ ἣν ἐσπεισάμηνμέτειμʼ, ἵνα στήσω φανερὰν ἐν τἀγορᾷ.ἀγορὰ νʼ Ἀθάναις χαῖρε Μεγαρεῦσιν φίλα.ἐπόθουν τυ ναὶ τὸν φίλιον ᾇπερ ματέρα.ἀλλʼ ὦ πόνηρα κώριʼ ἀθλίω πατρός,ἄμβατε ποττὰν μᾶδδαν, αἴ χʼ εὕρητέ πᾶ.ἀκούετε δή, ποτέχετʼ ἐμὶν τὰν γαστέρα·πότερα πεπρᾶσθαι χρῄδδετʼ ἢ πεινῆν κακῶς;πεπρᾶσθαι πεπρᾶσθαι.ἐγώνγα καὐτός φαμι. τίς δʼ οὕτως ἄνουςὃς ὑμέ κα πρίαιτο φανερὰν ζαμίαν;ἀλλʼ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά,χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν.