σφόδρα γὰρ ἐσῳζόμην ἐγὼπαρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος.ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομενἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδωνἄκρατον οἶνον ἡδύν.ὦ Κραναὰ πόλιςἆρʼ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων;οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνουςτοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν.ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας.ἔτει τετάρτῳ δʼ ἐς τὰ βασίλειʼ ἤλθομεν·ἀλλʼ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών,κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν.πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν;τῇ πανσελήνῳ· κᾆτʼ ἀπῆλθεν οἴκαδε.εἶτʼ ἐξένιζε· παρετίθει δʼ ἡμῖν ὅλουςἐκ κριβάνου βοῦς.καὶ τίς εἶδε πώποτεβοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.καὶ ναὶ μὰ Δίʼ ὄρνιν τριπλάσιον Κλεωνύμουπαρέθηκεν ἡμῖν· ὄνομα δʼ ἦν αὐτῷ φέναξ.ταῦτʼ ἄρ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων.καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν,τὸν βασιλέως ὀφθαλμόν.ἐκκόψειέ γεκόραξ πατάξας, τόν τε σὸν τοῦ πρέσβεως.ὁ βασιλέως ὀφθαλμός.ὦναξ Ἡράκλεις.πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις;ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς;ἄσκωμʼ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω.ἄγε δὴ σὺ βασιλεὺς ἅττα σʼ ἀπέπεμψεν φράσονλέξοντʼ Ἀθηναίοισιν ὦ Ψευδαρτάβα.ἰαρταμὰν ἐξάρξαν ἀπισσόνα σάτρα.ξυνήκαθʼ ὃ λέγει;μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον.λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον.οὐ λῆψι χρῦσο χαυνόπρωκτʼ Ἰαοναῦ.οἴμοι κακοδαίμων ὡς σαφῶς.