οὐκ ἠγόρευον; τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον·ἐς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται.πάριτʼ ἐς τὸ πρόσθεν,πάριθʼ, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.ἤδη τις εἶπε;τίς ἀγορεύειν βούλεται;ἐγώ.τίς ὤν;Ἀμφίθεος.οὐκ ἄνθρωπος;οὔ,ἀλλʼ ἀθάνατος. ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦνκαὶ Τριπτολέμου· τούτου δὲ Κελεὸς γίγνεται·γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν,ἐξ ἧς Λυκῖνος ἐγένεʼ· ἐκ τούτου δʼ ἐγὼἀθάνατός εἰμʼ· ἐμοὶ δʼ ἐπέτρεψαν οἱ θεοὶσπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ.ἀλλʼ ἀθάνατος ὢν ὦνδρες ἐφόδιʼ οὐκ ἔχω·οὐ γὰρ διδόασιν οἱ πρυτάνεις.οἱ τοξόται.ὦ Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με;ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαντὸν ἄνδρʼ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελεσπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας.κάθησο, σῖγα.μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ,ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι.οἱ πρέσβεις οἱ παρὰ βασιλέως.ποίου βασιλέως; ἄχθομαι ʼγὼ πρέσβεσινκαὶ τοῖς ταὧσι τοῖς τʼ ἀλαζονεύμασιν.σίγα.βαβαιάξ. ὦκβάτανα τοῦ σχήματος.ἐπέμψαθʼ ἡμᾶς ὡς βασιλέα τὸν μέγανμισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέραςἐπʼ Εὐθυμένους ἄρχοντος.οἴμοι τῶν δραχμῶν.καὶ δῆτʼ ἐτρυχόμεσθα διὰ Καϋστρίωνπεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι,ἐφʼ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι,ἀπολλύμενοι.