τί δʼ αὖ λέγει;ὅ τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει,εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων.οὔκ, ἀλλʼ ἀχάνας ὅδε γε χρυσίου λέγει.ποίας ἀχάνας; σὺ μὲν ἀλαζὼν εἶ μέγας.ἀλλʼ ἄπιθʼ· ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος.ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί,ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν·βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον; (ἀνανεύει.)ἄλλως ἄρʼ ἐξαπατώμεθʼ ὑπὸ τῶν πρέσβεων; (ἐπινεύει.)Ἑλληνικόν γʼ ἐπένευσαν ἅνδρες οὑτοιί,κοὐκ ἔσθʼ ὅπως οὐκ εἰσὶν ἐνθένδʼ αὐτόθεν.καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶἐγᾦδʼ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου.ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε,τοιόνδε γʼ ὦ πίθηκε τὸν πώγωνʼ ἔχωνεὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος;ὁδὶ δὲ τίς ποτʼ ἐστίν; οὐ δήπου Στράτων;σίγα, κάθιζε.τὸν βασιλέως ὀφθαλμὸν ἡ βουλὴ καλεῖἐς τὸ πρυτανεῖον.ταῦτα δῆτʼ οὐχ ἀγχόνη;κἄπειτʼ ἐγὼ δῆτʼ ἐνθαδὶ στραγγεύομαι;τοὺς δὲ ξενίζειν οὐδέποτέ γʼ ἴσχει θύρα.ἀλλʼ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα.ἀλλʼ Ἀμφίθεός μοι ποῦ ʼστιν;οὑτοσὶ πάρα.ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰςσπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳκαὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι·ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε.προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους.ὁδί.ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται.χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν—μὰ Δίʼ οὐκ ἄν, εἰ μισθόν γε μὴ ʼφερες πολύν.εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅληνκαὶ τοὺς ποταμοὺς ἔπηξʼ, ὑπʼ αὐτὸν τὸν χρόνον,ὅτʼ ἐνθαδὶ Θέογνις ἠγωνίζετο.τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον·