καὶ τῷ πολέμῳ πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας.διὰ ταῦθʼ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνταικαὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνηςοὐ φροντίζουσʼ, ἀλλʼ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται.ἀλλʼ ὑμεῖς τοι μή ποτʼ ἀφῆσθʼ· ὡς κωμῳδήσει τὰ δίκαια·φησὶν δʼ ὑμᾶς πολλὰ διδάξειν ἀγάθʼ, ὥστʼ εὐδαίμονας εἶναι,οὐ θωπεύων οὐδʼ ὑποτείνων μισθοὺς οὐδʼ ἐξαπατύλλων,οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.πρὸς ταῦτα Κλέων καὶ παλαμάσθωκαὶ πᾶν ἐπʼ ἐμοὶ τεκταινέσθω.τὸ γὰρ εὖ μετʼ ἐμοῦ καὶ τὸ δίκαιονξύμμαχον ἔσται, κοὐ μή ποθʼ ἁλῶπερὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνοςδειλὸς καὶ λακαταπύγων.δεῦρο Μοῦσʼ ἐλθὲ φλεγυρὰ πυρὸς ἔχουσα μένος ἔντονος Ἀχαρνική.οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀνήλατʼ ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι,ἡνίκʼ ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι,οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα,οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν ἐλθὲ μέλος ἔντονον ἀγροικότερονὡς ἐμὲ λαβοῦσα τὸν δημότην.οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει·οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμενγηροβοσκούμεσθʼ ὑφʼ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν,οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰςὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων,οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους,οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία·τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν,οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην.ὁ δέ, νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν,ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν·κᾆτʼ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρʼ ἱστὰς ἐπῶνἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν.ὁ δʼ ὑπὸ γήρως μασταρύζει, κᾆτʼ ὀφλὼν ἀπέρχεται,εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους,οὗ μʼ ἐχρῆν σορὸν πρίασθαι τοῦτʼ ὀφλὼν ἀπέρχομαι.ταῦτα πῶς εἰκότα, γέροντʼ ἀπολέσαι πολιὸν ἄνδρα περὶ κλεψύδραν,πολλὰ δὴ ξυμπονήσαντα καὶ θερμὸν ἀπο-μορξάμενον ἀνδρικὸν ἱδρῶτα δὴ καὶ πολύν,ἄνδρʼ ἀγαθὸν ὄντα Μαραθῶνι περὶ τὴν πόλιν;