ἀνένευσε· καίτοι γʼ ἐστὶ σώφρων κἀργάτης.τί δαὶ Δράκυλλος ἢ Εὐφορίδης ἢ Πρινίδης;εἶδέν τις ὑμῶν τἀκβάτανʼ ἢ τοὺς Χάονας;οὔ φασιν. ἀλλʼ ὁ Κοισύρας καὶ Λάμαχος,οἷς ὑπʼ ἐράνου τε καὶ χρεῶν πρώην ποτέ,ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας,ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι.ὦ δημοκρατία ταῦτα δῆτʼ ἀνασχετά;οὐ δῆτʼ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος.ἀλλʼ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοιςἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇκαὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν.ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοιςἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοιςπωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθειπερὶ τῶν σπονδῶν. ἀλλʼ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν.ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν,οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν·διαβαλλόμενος δʼ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις,ὡς κωμῳδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει,ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους.φησὶν δʼ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής,παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι,μήθʼ ἥδεσθαι θωπευομένους, μήτʼ εἶναι χαυνοπολίτας.πρότερον δʼ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντεςπρῶτον μὲν ἰοστεφάνους ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι,εὐθὺς διὰ τοὺς στεφάνους ἐπʼ ἄκρων τῶν πυγιδίων ἐκάθησθε.εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας,ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας.ταῦτα ποιήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται,καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν δείξας ὡς δημοκρατοῦνται.τοιγάρτοι νῦν ἐκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντεςἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον,ὅστις παρεκινδύνευσʼ εἰπεῖν ἐν Ἀθηναίοις τὰ δίκαια.οὕτω δʼ αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει,ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζωνἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν,εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά·τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι