τί δʼ εἶπας ἡμᾶς; οὐκ ἐρεῖς;οὐκ οἶδά πω·ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ.ἀλλʼ ἀντιβολῶ σʼ ἀπένεγκέ μου τὴν μορμόνα.ἰδού.παράθες νυν ὑπτίαν αὐτὴν ἐμοί.κεῖται.φέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν.τουτὶ πτίλον σοι.τῆς κεφαλῆς νύν μου λαβοῦ,ἵνʼ ἐξεμέσω· βδελύττομαι γὰρ τοὺς λόφους.οὗτος τί δράσεις; τῷ πτίλῳ μέλλεις ἐμεῖν;πτίλον γάρ ἐστιν—εἰπέ μοι τίνος ποτὲὄρνιθός ἐστιν; ἆρα κομπολακύθου;οἴμʼ ὡς τεθνήξεις.μηδαμῶς ὦ Λάμαχε·οὐ γὰρ κατʼ ἰσχύν ἐστιν· εἰ δʼ ἰσχυρὸς εἶ,τί μʼ οὐκ ἀπεψώλησας; εὔοπλος γὰρ εἶ.ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν;ἐγὼ γάρ εἰμι πτωχός;ἀλλὰ τίς γὰρ εἶ;ὅστις; πολίτης χρηστός, οὐ σπουδαρχίδης,ἀλλʼ ἐξ ὅτου περ ὁ πόλεμος, στρατωνίδης,σὺ δʼ ἐξ ὅτου περ ὁ πόλεμος, μισθαρχίδης.ἐχειροτόνησαν γάρ με —κόκκυγές γε τρεῖς.ταῦτʼ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην,ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν,νεανίας δʼ οἵους σὺ διαδεδρακότας,τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς,Τεισαμενοφαινίππους Πανουργιππαρχίδας,ἑτέρους δὲ παρὰ Χάρητι τοὺς δʼ ἐν Χάοσιν,Γερητοθεοδώρους Διομειαλαζόνας,τοὺς δʼ ἐν Καμαρίνῃ κἀν Γέλα κἀν Καταγέλᾳ.ἐχειροτονήθησαν γάρ.αἴτιον δὲ τίὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ,τωνδὶ δὲ μηδένʼ; ἐτεὸν ὦ Μαριλάδηἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν † ἓν ἢ; †