φέρʼ εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφειἀπέδοτο φήνας κυνίδιον Σεριφίων,καθῆσθʼ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ·καὶ κάρτα μέντἂν εὐθέως καθείλκετετριακοσίας ναῦς, ἦν δʼ ἂν ἡ πόλις πλέαθορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς,μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων,στοᾶς στεναχούσης, σιτίων μετρουμένων,ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων,σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις,στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων·τὸ νεώριον δʼ αὖ κωπέων πλατουμένων,τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων,αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων.ταῦτʼ οἶδʼ ὅτι ἂν ἐδρᾶτε· τὸν δὲ Τήλεφονοὐκ οἰόμεσθα; νοῦς ἄρʼ ἡμῖν οὐκ ἔνι.ἄληθες ὦπίτριπτε καί μιαρώτατε;ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν,καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας;νὴ τὸν Ποσειδῶ καὶ λέγει γʼ ἅπερ λέγειδίκαια πάντα κοὐδὲν αὐτῶν ψεύδεται.εἶτʼ εἰ δίκαια, τοῦτον εἰπεῖν αὔτʼ ἐχρῆν;ἀλλʼ οὔτι χαίρων ταῦτα τολμήσει λέγειν.οὗτος σὺ ποῖ θεῖς; οὐ μενεῖς; ὡς εἰ θενεῖςτὸν ἄνδρα τοῦτον, αὐτὸς ἀρθήσει τάχα.ἰὼ Λάμαχʼ ὦ βλέπων ἀστραπάς,βοήθησον ὦ γοργολόφα φανείς,ἰὼ Λάμαχʼ ὦ φίλʼ ὦ φυλέτα·εἴτε τις ἔστι ταξίαρχος ἢ στρατηγὸς ἢτειχομάχας ἀνήρ, βοηθησάτωτις ἀνύσας. ἐγὼ γὰρ ἔχομαι μέσος.πόθεν βοῆς ἤκουσα πολεμιστηρίας;ποῖ χρὴ βοηθεῖν; ποῖ κυδοιμὸν ἐμβαλεῖν;τίς Γοργόνʼ ἐξήγειρεν ἐκ τοῦ σάγματος;ὦ Λάμαχʼ ἥρως, τῶν λόφων καὶ τῶν λόχων.ὦ Λάμαχʼ, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαιἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ;οὗτος σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε;ὦ Λάμαχʼ ἥρως, ἀλλὰ συγγνώμην ἔχε,εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην.