ἐγὼ δὲ λέξω δεινὰ μὲν δίκαια δέ.οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτιξένων παρόντων τὴν πόλιν κακῶς λέγω.αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳ τʼ ἀγών,κοὔπω ξένοι πάρεισιν· οὔτε γὰρ φόροιἥκουσιν οὔτʼ ἐκ τῶν πόλεων οἱ ξύμμαχοι·ἀλλʼ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι·τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω.ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα,καὐτοῖς ὁ Ποσειδῶν οὑπὶ Ταινάρῳ θεὸςσείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας·κἀμοὶ γάρ ἐστʼ ἀμπέλια διακεκομμένα.ἀτὰρ φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ,τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα;ἡμῶν γὰρ ἄνδρες, κοὐχὶ τὴν πόλιν λέγω,μέμνησθε τοῦθʼ ὅτι οὐχὶ τὴν πόλιν λέγω,ἀλλʼ ἀνδράρια μοχθηρά, παρακεκομμένα,ἄτιμα καὶ παράσημα καὶ παράξενα,ἐσυκοφάντει Μεγαρέων τὰ χλανίσκια·κεἴ που σίκυον ἴδοιεν ἢ λαγῴδιονἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας,ταῦτʼ ἦν Μεγαρικὰ κἀπέπρατʼ αὐθημερόν.καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια,πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδενεανίαι κλέπτουσι μεθυσοκότταβοι·κᾆθʼ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοιἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο·κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγηἝλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.ἐντεῦθεν ὀργῇ Περικλέης οὑλύμπιοςἤστραπτʼ ἐβρόντα ξυνεκύκα τὴν Ἑλλάδα,ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους,ὡς χρὴ Μεγαρέας μήτε γῇ μήτʼ ἐν ἀγορᾷμήτʼ ἐν θαλάττῃ μήτʼ ἐν οὐρανῷ μένειν.ἐντεῦθεν οἱ Μεγαρῆς, ὅτε δὴ ʼπείνων βάδην,Λακεδαιμονίων ἐδέοντο τὸ ψήφισμʼ ὅπωςμεταστραφείη τὸ διὰ τὰς λαικαστρίας·κοὐκ ἠθέλομεν ἡμεῖς δεομένων πολλάκις.κἀντεῦθεν ἤδη πάταγος ἦν τῶν ἀσπίδων.ἐρεῖ τις, οὐ χρῆν· ἀλλὰ τί ἐχρῆν, εἴπατε.