φθείρου λαβὼν τόδʼ· ἴσθʼ ὀχληρὸς ὢν δόμοις.οὔπω μὰ Δίʼ· οἶσθʼ οἷʼ αὐτὸς ἐργάζει κακά.ἀλλʼ ὦ γλυκύτατʼ Εὐριπίδη τουτὶ μόνονδός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον.ὦνθρωπʼ ἀφαιρήσει με τὴν τραγῳδίαν·ἄπελθε ταυτηνὶ λαβών.ἀπέρχομαι.καίτοι τί δράσω; δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼνἀπόλωλʼ. ἄκουσον ὦ γλυκύτατʼ Εὐριπίδη·τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμʼ ἔτι·ἐς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός.ἀπολεῖς μʼ. ἰδού σοι. φροῦδά μοι τὰ δράματα.ἀλλʼ οὐκέτʼ, ἀλλʼ ἄπειμι. καὶ γάρ εἰμʼ ἄγανὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν.οἴμοι κακοδαίμων, ὡς ἀπόλωλʼ. ἐπελαθόμηνἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα.Εὐριπίδιον ὦ φιλτάτιον καὶ γλυκύτατον,κάκιστʼ ἀπολοίμην, εἴ τί σʼ αἰτήσαιμʼ ἔτι,πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον,σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος.ἁνὴρ ὑβρίζει· κλῇε πηκτὰ δωμάτων.ὦ θύμʼ ἄνευ σκάνδικος ἐμπορευτέα.ἆρʼ οἶσθʼ ὅσον τὸν ἀγῶνʼ ἀγωνιεῖ τάχα,μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν;πρόβαινέ νυν ὦ θυμέ· γραμμὴ δʼ αὑτηί.ἕστηκας; οὐκ εἶ καταπιὼν Εὐριπίδην;ἐπῄνεσʼ· ἄγε νυν ὦ τάλαινα καρδίαἄπελθʼ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖπαράσχες εἰποῦσʼ ἅττʼ ἂν αὐτῇ σοι δοκῇ.τόλμησον ἴθι χώρησον, ἄγαμαι καρδίας.τί δράσεις; τί φήσεις; εὖ ἴσθι νυνἀναίσχυντος ὢν σιδηροῦς τʼ ἀνήρ,ὅστις παρασχὼν τῇ πόλει τὸν αὐχέναἅπασι μέλλεις εἷς λέγειν τἀναντία.ἁνὴρ οὐ τρέμει τὸ πρᾶγμʼ. εἶά νυν,ἐπειδήπερ αὐτὸς αἱρεῖ, λέγε.μή μοι φθονήσητʼ ἄνδρες οἱ θεώμενοι,εἰ πτωχὸς ὢν ἔπειτʼ ἐν Ἀθηναίοις λέγεινμέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν.τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία.