ἀλλʼ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου.ἀλλʼ ἦ τὰ δυσπινῆ ʼθέλεις πεπλώματα,ἃ Βελλεροφόντης εἶχʼ ὁ χωλὸς οὑτοσί;οὐ Βελλεροφόντης· ἀλλὰ κἀκεῖνος μὲν ἦνχωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν.οἶδʼ ἄνδρα Μυσὸν Τήλεφον.ναὶ Τήλεφον·τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα.ὦ παῖ δὸς αὐτῷ Τηλέφου ῥακώματα.κεῖται δʼ ἄνωθεν τῶν Θυεστείων ῥακῶνμεταξὺ τῶν Ἰνοῦς.ἰδοὺ ταυτὶ λαβέ.ὦ Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ,ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.Εὐριπίδη, ʼπειδήπερ ἐχαρίσω ταδί,κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν,τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον.δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον,εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή·τοὺς μὲν θεατὰς εἰδέναι μʼ ὃς εἴμʼ ἐγώ,τοὺς δʼ αὖ χορευτὰς ἠλιθίους παρεστάναι,ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω.δώσω· πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί.εὐδαιμονοίης, Τηλέφῳ δʼ ἁγὼ φρονῶ.εὖ γʼ οἷον ἤδη ῥηματίων ἐμπίμπλαμαι.ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου.τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν.ὦ θύμʼ, ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων,πολλῶν δεόμενος σκευαρίων· νῦν δὴ γενοῦγλίσχρος προσαιτῶν λιπαρῶν τʼ. Εὐριπίδηδός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ.τί δʼ ὦ τάλας σε τοῦδʼ ἔχει πλέκους χρέος;χρέος μὲν οὐδέν, βούλομαι δʼ ὅμως λαβεῖν.λυπηρὸς ἴσθʼ ὢν κἀποχώρησον δόμων.φεῦ·εὐδαιμονοίης, ὥσπερ ἡ μήτηρ ποτέ.ἄπελθε νῦν μοι.μἀλλά μοι δὸς ἓν μόνονκοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον.