παῖ παῖ.τίς οὗτος,ἔνδον ἔστʼ Εὐριπίδης;οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις.πῶς ἔνδον εἶτʼ οὐκ ἔνδον;ὀρθῶς ὦ γέρον.ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλιαοὐκ ἔνδον, αὐτὸς δʼ ἔνδον ἀναβάδην ποιεῖτραγῳδίαν.ὦ τρισμακάριʼ Εὐριπίδη,ὅθʼ ὁ δοῦλος οὑτωσὶ σαφῶς ἀπεκρίνατο.ἐκκάλεσον αὐτόν.ἀλλʼ ἀδύνατον.ἀλλʼ ὅμως·οὐ γὰρ ἂν ἀπέλθοιμʼ, ἀλλὰ κόψω τὴν θύραν.Εὐριπίδη, Εὐριπίδιον,ὑπάκουσον, εἴπερ τώποτʼ ἀνθρώπων τινί·Δικαιόπολις καλεῖ σε Χολλῄδης, ἐγώ.ἀλλʼ οὐ σχολή.ἀλλʼ ἐκκυκλήθητʼ.ἀλλʼ ἀδύνατον.ἀλλʼ ὅμως.ἀλλʼ ἐκκυκλήσομαι· καταβαίνειν δʼ οὐ σχολή.Εὐριπίδη,τί λέλακας;ἀναβάδην ποιεῖς,ἐξὸν καταβάδην; οὐκ ἐτὸς χωλοὺς ποιεῖς.ἀτὰρ τί τὰ ῥάκιʼ ἐκ τραγῳδίας ἔχεις,ἐσθῆτʼ ἐλεινήν; οὐκ ἐτὸς πτωχοὺς ποιεῖς.ἀλλʼ ἀντιβολῶ πρὸς τῶν γονάτων σʼ Εὐριπίδη,δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος.δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν·αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.τὰ ποῖα τρύχη; μῶν ἐν οἷς Οἰνεὺς ὁδὶὁ δύσποτμος γεραιὸς ἠγωνίζετο;οὐκ Οἰνέως ἦν, ἀλλʼ ἔτʼ ἀθλιωτέρου.τὰ τοῦ τυφλοῦ Φοίνικος;οὐ Φοίνικος, οὔ·ἀλλʼ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος.ποίας ποθʼ ἁνὴρ λακίδας αἰτεῖται πέπλων;