καὶ ταῦτα διὰ τὴν ἀτοπίαν τῶν δημοτῶν.ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴνὁ λάρκος ἐνετίλησεν ὥσπερ σηπία.δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναιτὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶνἐθέλειν τʼ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον,ἐμοῦ ʼθέλοντος ὑπὲρ ἐπιξήνου λέγεινὑπὲρ Λακεδαιμονίων ἅπανθʼ ὅσʼ ἂν λέγω·καίτοι φιλῶ γε τὴν ἐμὴν ψυχὴν ἐγώ.τί οὖν οὐ λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύραζʼ,ὅ τι ποτʼ ὦ σχέτλιε τὸ μέγα τοῦτʼ ἔχεις;πάνυ γὰρ ἔμεγε πόθος ὅ τι φρονεῖς ἔχει.ἀλλʼ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω,θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν.ἰδοὺ θεᾶσθε, τὸ μὲν ἐπίξηνον τοδί,ὁ δʼ ἀνὴρ ὁ λέξων οὑτοσὶ τυννουτοσί.ἀμέλει μὰ τὸν Δίʼ οὐκ ἐνασπιδώσομαι,λέξω δʼ ὑπὲρ Λακεδαιμονίων ἅ μοι δοκεῖ.καίτοι δέδοικα πολλά· τούς τε γὰρ τρόπουςτοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα,ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλινἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα·κἀνταῦθα λανθάνουσʼ ἀπεμπολώμενοι·τῶν τʼ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτιοὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν.αὐτός τʼ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθονἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν.εἰσελκύσας γάρ μʼ ἐς τὸ βουλευτήριονδιέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μουκἀκυκλοβόρει κἄπλυνεν, ὥστʼ ὀλίγου πάνυἀπωλόμην μολυνοπραγμονούμενος.νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατεἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.τί ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζεις τριβάς;λαβὲ δʼ ἐμοῦ γʼ ἓνεκα παρʼ Ἱερωνύμουσκοτοδασυπυκνότριχά τινʼ Ἄιδος κυνῆν·ἀλλʼ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου,ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ ἐσδέξεται.ὥρα ʼστὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν,καί μοι βαδιστέʼ ἐστὶν ὡς Εὐριπίδην.