ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; εἶτʼ ἐγώ σου φείσομαι;οὐχ ἁπάντων, οὐχ ἁπάντων· ἀλλʼ ἐγὼ λέγων ὁδὶπόλλʼ ἂν ἀποφήναιμʼ ἐκείνους ἔσθʼ ἃ κἀδικουμένους.τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον,εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν.κἄν γε μὴ λέγω δίκαια μηδὲ τῷ πλήθει δοκῶ,ὑπὲρ ἐπιξήνου ʼθελήσω τὴν κεφαλὴν ἔχων λέγειν.εἰπέ μοι τί φειδόμεσθα τῶν λίθων ὦ δημόταιμὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα;οἷον αὖ μέλας τις ὑμῖν θυμάλωψ ἐπέζεσεν.οὐκ ἀκούσεσθʼ; οὐκ ἀκούσεσθʼ ἐτεὸν ὦχαρνηίδαι;οὐκ ἀκουσόμεσθα δῆτα.δεινά τἄρα πείσομαι.ἐξολοίμην, ἢν ἀκούσω.μηδαμῶς ὦχαρνικοί.ὡς τεθνήξων ἴσθι νυνί.δήξομἄρʼ ὑμᾶς ἐγώ.ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους·ὡς ἔχω γʼ ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών.εἰπέ μοι, τί τοῦτʼ ἀπειλεῖ τοὔπος ἄνδρες δημόταιτοῖς Ἀχαρνικοῖσιν ἡμῖν; μῶν ἔχει του παιδίοντῶν παρόντων ἔνδον εἵρξας; ἢ ʼπὶ τῷ θρασύνεται;βάλλετʼ εἰ βούλεσθʼ. ἐγὼ γὰρ τουτονὶ διαφθερῶ.εἴσομαι δʼ ὑμῶν τάχʼ ὅστις ἀνθράκων τι κήδεται.ὡς ἀπωλόμεσθʼ. ὁ λάρκος δημότης ὅδʼ ἔστʼ ἐμός.ἀλλὰ μὴ δράσῃς ὃ μέλλεις· μηδαμῶς ὦ μηδαμῶς.ὡς ἀποκτενῶ, κέκραχθʼ· ἐγὼ γὰρ οὐκ ἀκούσομαι.ἀπολεῖς ἄρʼ ὁμήλικα τόνδε φιλανθρακέα;οὐδʼ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε.ἀλλὰ γὰρ νῦν λέγʼ, εἴ σοι δοκεῖ, τόν τε Λακεδαιμόνιον† αὐτὸν ὅτι τῷ † τρόπῳ σοὐστὶ φίλος·ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ.τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε.οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος.ἀλλʼ ὅπως μὴ νʼ τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι.ἐκσέσεισται χαμᾶζʼ· οὐχ ὁρᾷς σειόμενον;ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος.ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.ἐμέλλετʼ ἄρα πάντως ἀνήσειν τῆς βοῆς,ὀλίγου τʼ ἀπέθανον ἄνθρακες Παρνήθιοι,