μοιχὲ παιδεραστά,ἕκτῳ σʼ ἔτει προσεῖπον ἐςτὸν δῆμον ἐλθὼν ἄσμενος,σπονδὰς ποιησάμενος ἐμαυτῷ,πραγμάτων τε καὶ μαχῶνκαὶ Λαμάχων ἀπαλλαγείς.πολλῷ γάρ ἐσθʼ ἥδιον, ὦ Φαλῆς Φαλῆς,κλέπτουσαν εὑρόνθʼ ὡρικὴν ὑληφόροντὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ Φελλέωςμέσην λαβόντʼ ἄραντα καταβαλόντακαταγιγαρτίσʼ ὦΦαλῆς Φαλῆς.ἐὰν μεθʼ ἡμῶν ξυμπίῃς, ἐκ κραιπάληςἕωθεν εἰρήνης ῥοφήσει τρύβλιον·ἡ δʼ ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται.οὗτος αὐτός ἐστιν, οὗτος.βάλλε βάλλε βάλλε βάλλε,παῖε παῖε τὸν μιαρόν.οὐ βαλεῖς; οὐ βαλεῖς;Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε.σὲ μὲν οὖν καταλεύσομεν ὦ μιαρὰ κεφαλή.ἀντὶ ποίας αἰτίας ὦχαρνέων γεραίτατοι;τοῦτʼ ἐρωτᾷς; ἀναίσχυντος εἶ καὶ βδελυρὸςὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνοςσπεισάμενος εἶτα δύνασαι πρὸς ἔμʼ ἀποβλέπειν.ἀντὶ δʼ ὧν ἐσπεισάμην οὐκ ἴστε. μἀλλαʼ ἀκούσατε.σοῦ γʼ ἀκούσωμεν; ἀπολεῖ· κατά σε χώσομεν τοῖς λίθοις.μηδαμῶς πρὶν ἄν γʼ ἀκούσητʼ· ἀλλʼ ἀνάσχεσθʼ ὦγαθοί.οὐκ ἀνασχήσομαι· μηδὲ λέγε μοι σὺ λόγον·ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν ἐγὼκατατεμῶ ποθʼ ἱππεῦσι καττύματα.σοῦ δʼ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς,ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι.ὦγαθοὶ τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε,τῶν δʼ ἐμῶν σπονδῶν ἀκούσατʼ, εἰ καλῶς ἐσπεισάμην.πῶς δέ γʼ ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γʼ ἅπαξοἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθʼ ὅρκος μένει;οἶδʼ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα,οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων.οὐχ ἁπάντων ὦ πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν