νῦν δʼ ἐπειδὴ στερρὸν ἤδη τοὐμὸν ἀντικνήμιον,καὶ παλαιῷ Λακρατείδῃ τὸ σκέλος βαρύνεται,οἴχεται. διωκτέος δέ· μὴ γὰρ ἐγχάνῃ ποτὲμηδέ περ γέροντας ὄντας ἐκφυγὼν Ἀχαρνέας.ὅστις ὦ Ζεῦ πάτερ καὶ θεοὶ τοῖσιν ἐχθροῖσιν ἐσπείσατο,οἷσι παρʼ ἐμοῦ πόλεμος ἐχθοδοπὸς αὔξεται τῶν ἐμῶν χωρίων·κοὐκ ἀνήσω πρὶν ἂν σχοῖνος αὐτοῖσιν ἀντεμπαγῶὀξὺς ὀδυνηρὸς ἐπίκωπος, ἵναμήποτε πατῶσιν ἔτι τὰς ἐμὰς ἀμπέλους.ἀλλὰ δεῖ ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν βαλληνάδεκαὶ διώκειν γῆν πρὸ γῆς, ἕως ἂν εὑρεθῇ ποτέ·ὡς ἐγὼ βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλῄμην λίθοις.εὐφημεῖτε, εὐφημεῖτε.σῖγα πᾶς. ἠκούσατʼ ἄνδρες ἆρα τῆς εὐφημίας;οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. ἀλλὰ δεῦρο πᾶςἐκποδών· θύσων γὰρ ἁνὴρ ὡς ἔοικʼ ἐξέρχεται.εὐφημεῖτε, εὐφημεῖτε.προΐτω σʼ τὸ πρόσθεν ὀλίγον ἡ κανηφόρος·ὁ Ξανθίας τὸν φαλλὸν ὀρθὸν στησάτω.κατάθου τὸ κανοῦν ὦ θύγατερ, ἵνʼ ἀπαρξώμεθα.ὦ μῆτερ ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν,ἵνʼ ἔτνος καταχέω τοὐλατῆρος τουτουί.καὶ μὴν καλόν γʼ ἔστʼ· ὦ Διόνυσε δέσποτακεχαρισμένως σοι τήνδε τὴν πομπὴν ἐμὲπέμψαντα καὶ θύσαντα μετὰ τῶν οἰκετῶνἀγαγεῖν τυχηρῶς τὰ κατʼ ἀγροὺς Διονύσια,στρατιᾶς ἀπαλλαχθέντα· τὰς σπονδὰς δέ μοικαλῶς ξυνενεγκεῖν τὰς τριακοντούτιδας.ἄγʼ ὦ θύγατερ ὅπως τὸ κανοῦν καλὴ καλῶςοἴσεις βλέπουσα θυμβροφάγον. ὡς μακάριοςὅστις σʼ ὀπύσει κἀκποιήσεται γαλᾶςσοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος ᾖ.πρόβαινε, κἀν τὤχλῳ φυλάττεσθαι σφόδραμή τις λαθών σου περιτράγῃ τὰ χρυσία.ὦ Ξανθία, σφῷν δʼ ἐστὶν ὀρθὸς ἑκτέοςὁ φαλλὸς ἐξόπισθε τῆς κανηφόρου·ἐγὼ δʼ ἀκολουθῶν ᾄσομαι τὸ φαλλικόν·σὺ δʼ ὦ γύναι θεῶ μʼ ἀπὸ τοῦ τέγους. πρόβα.Φαλῆς ἑταῖρε Βακχίουξύγκωμε νυκτοπεριπλάνητε