τί δʼ ἔστʼ;ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρωνἔσπευδον· οἱ δʼ ὤσφροντο πρεσβῦταί τινεςἈχαρνικοί, στιπτοὶ γέροντες πρίνινοιἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι.ἔπειτʼ ἀνέκραγον πάντες, ὦ μιαρώτατεσπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων;κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων·ἐγὼ δʼ ἔφευγον· οἱ δʼ ἐδίωκον κἀβόων.οἱ δʼ οὖν βοώντων· ἀλλὰ τὰς σπονδὰς φέρεις;ἔγωγέ φημι, τρία γε ταυτὶ γεύματα.αὗται μέν εἰσι πεντέτεις. γεῦσαι λαβών.αἰβοῖ.τί ἔστιν;οὐκ ἀρέσκουσίν μʼ ὅτιὄζουσι πίττης καὶ παρασκευῆς νεῶν.σὺ δʼ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών.ὄζουσι χαὖται πρέσβεων ἐς τὰς πόλειςὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων.ἀλλʼ αὑταιὶ σπονδαὶ τριακοντούτιδεςκατὰ γῆν τε καὶ θάλατταν.ὦ Διονύσια,αὗται μὲν ὄζουσʼ ἀμβροσίας καὶ νέκταροςκαὶ μὴ ʼπιτηρεῖν σιτίʼ ἡμερῶν τριῶν,κἀν τῷ στόματι λέγουσι, βαῖνʼ ὅπῃ θέλεις.ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι,χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας.ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶςἄξω τὰ κατʼ ἀγροὺς εἰσιὼν Διονύσια.ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.τῇδε πᾶς ἕπου δίωκε καὶ τὸν ἄνδρα πυνθάνουτῶν ὁδοιπόρων ἁπάντων· τῇ πόλει γὰρ ἄξιονξυλλαβεῖν τὸν ἄνδρα τοῦτον. ἀλλά μοι μηνύσατε,εἴ τις οἶδʼ ὅποι τέτραπται γῆς ὁ τὰς σπονδὰς φέρων.ἐκπέφευγʼ, οἴχεται φροῦδος. οἴμοι τάλαςτῶν ἐτῶν τῶν ἐμῶν·οὐκ ἂν ἐπʼ ἐμῆς γε νεότητος, ὅτʼ ἐγὼ φέρων ἀνθράκων φορτίονἠκολούθουν Φαΰλλῳ τρέχων, ὧδε φαύλως ἂν ὁσπονδοφόρος οὗτος ὑπʼ ἐμοῦ τότε διωκόμενοςἐξέφυγεν οὐδʼ ἂν ἐλαφρῶς ἂν ἀπεπλίξατο.