καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς,ὑμῶν τʼ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶἐν τοῖσι τοίχοις ἔγραφʼ, Ἀθηναῖοι καλοί.ὁ δʼ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα,ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων,καὶ τὸν πατέρʼ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ·ὁ δʼ ὤμοσε σπένδων βοηθήσειν ἔχωνστρατιὰν τοσαύτην ὥστʼ Ἀθηναίους ἐρεῖν,ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται.κάκιστʼ ἀπολοίμην, εἴ τι τούτων πείθομαιὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων.καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνοςἔπεμψεν ὑμῖν.τοῦτο μέν γʼ ἤδη σαφές.οἱ Θρᾷκες ἴτε δεῦρʼ, οὓς Θέωρος ἤγαγεν.τουτὶ τί ἐστι τὸ κακόν;Ὀδομάντων στρατός.ποίων Ὀδομάντων; εἰπέ μοι τουτὶ τί ἦν;τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν;τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ,καταπελτάσονται τὴν Βοιωτίαν ὅλην.τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις;ὑποστένοι μέντἂν ὁ θρανίτης λεὼςὁ σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι,ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος.οὐ καταβαλεῖτε τὰ σκόροδʼ;ὦ μόχθηρε σὺοὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις.ταυτὶ περιείδεθʼ οἱ πρυτάνεις πάσχοντά μεἐν τῇ πατρίδι καὶ ταῦθʼ ὑπʼ ἀνδρῶν βαρβάρων;ἀλλʼ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαντοῖς Θρᾳξὶ περὶ μισθοῦ· λέγω δʼ ὑμῖν ὅτιδιοσημία ʼστὶ καὶ ῥανὶς βέβληκέ με.τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δʼ εἰς ἔνην.οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν.οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα.ἀλλʼ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί.χαῖρʼ Ἀμφίθεε.μήπω γε πρίν γʼ ἂν στῶ τρέχων·δεῖ γάρ με φεύγοντʼ ἐκφυγεῖν Ἀχαρνέας.