εἶτα κατάξειέ τις αὐτοῦ μεθύων τῆς κεφαλῆς Ὀρέστηςμαινόμενος· ὁ δὲ λίθον βαλεῖνβουλόμενος ἐν σκότῳ λάβοιτῇ χειρὶ πέλεθον ἀρτίως κεχεσμένον·ἐπᾴξειεν δʼ ἔχωντὸν μάρμαρον, κἄπειθʼ ἁμαρτὼνβάλοι Κρατῖνον.ὦ δμῶες οἳ κατʼ οἶκόν ἐστε Λαμάχου,ὕδωρ ὕδωρ ἐν χυτριδίῳ θερμαίνετε·ὀθόνια, κηρωτὴν παρασκευάζετε,ἔριʼ οἰσυπηρά, λαμπάδιον περὶ τὸ σφυρόν.ἁνὴρ τέτρωται χάρακι διαπηδῶν τάφρον,καὶ τὸ σφυρὸν παλίνορρον ἐξεκόκκισεν,καὶ τῆς κεφαλῆς κατέαγε περὶ λίθῳ πεσών,καὶ Γοργόνʼ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος.πτίλον δὲ τὸ μέγα κομπολακύθου πεσὸνπρὸς ταῖς πέτραισι, δεινὸν ἐξηύδα μέλος·ὦ κλεινὸν ὄμμα νῦν πανύστατόν σʼ ἰδὼνλείπω φάος γε τοὐμόν, οὐκέτʼ εἰμʼ ἐγώ.τοσαῦτα λέξας εἰς ὑδρορρόαν πεσὼνἀνίσταταί τε καὶ ξυναντᾷ δραπέταιςλῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί.ὁδὶ δὲ καὐτός· ἀλλʼ ἄνοιγε τὴν θύραν.ἀτταταῖ ἀτταταῖστυγερὰ τάδε γε κρυερὰ πάθεα· τάλας ἐγώ.διόλλυμαι δορὸς ὑπὸ πολεμίου τυπείς.ἐκεῖνο δʼ οὖν αἰακτὸν ἂν γένοιτο,Δικαιόπολις εἴ μʼ ἴδοι τετρωμένονκᾆτʼ ἐγχάνοι ταῖς ἐμαῖς τύχαισιν.ἀτταταῖ ἀτταταῖτῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια.φιλήσατόν με μαλθακῶς ὦ χρυσίωτὸ περιπεταστὸν κἀπιμανδαλωτόν.τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα.ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν.ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων.ἰὴ ἰὴ χαῖρε Λαμαχίππιον.στυγερὸς ἐγώ.τί με σὺ κυνεῖς;μογερὸς ἐγώ.