καὶ σὺ παῖ τοῦδʼ ἀντέχου.τοὺς κιλλίβαντας οἶσε παῖ τῆς ἀσπίδος.καὶ τῆς ἐμῆς τοὺς κριβανίτας ἔκφερε.φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον.ταῦτʼ οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς;ταῦτʼ οὐ πλακοῦς δῆτʼ ἐστὶν ἀνθρώποις γλυκύς;κατάχει σὺ παῖ τοὔλαιον. ἐν τῷ χαλκίῳἐνορῶ γέροντα δειλίας φευξούμενον.κατάχει σὺ τὸ μέλι. κἀνθάδʼ ἔνδηλος γέρωνκλάειν κελεύων Λάμαχον τὸν Γοργάσου.φέρε δεῦρο παῖ θώρακα πολεμιστήριον.ἔξαιρε παῖ θώρακα κἀμοὶ τὸν χοᾶ.ἐν τῷδε πρὸς τοὺς πολεμίους θωρήξομαι.ἐν τῷδε πρὸς τοὺς συμπότας θωρήξομαι.τὰ στρώματʼ ὦ παῖ δῆσον ἐκ τῆς ἀσπίδος.τὸ δεῖπνον ὦ παῖ δῆσον ἐκ τῆς κιστίδος.ἐγὼ δʼ ἐμαυτῷ τὸν γυλιὸν οἴσω λαβών.ἐγὼ δὲ θοἰμάτιον λαβὼν ἐξέρχομαι.τὴν ἀσπίδʼ αἴρου καὶ βάδιζʼ ὦ παῖ λαβών.νείφει. βαβαιάξ· χειμέρια τὰ πράγματα.αἴρου τὸ δεῖπνον· συμποτικὰ τὰ πράγματα.ἴτε δὴ χαίροντες ἐπὶ στρατιάν.ὡς ἀνομοίαν ἔρχεσθον ὁδόν·τῷ μὲν πίνειν στεφανωσαμένῳ,σοὶ δὲ ῥιγῶν καὶ προφυλάττειν,τῷ δὲ καθεύδεινμετὰ παιδίσκης ὡραιοτάτης,ἀνατριβομένῳ τε τὸ δεῖνα.Ἀντίμαχον τὸν ψακάδος †τὸν ξυγγραφῆ† τὸν μελέων ποιητήν,ὡς μὲν ἁπλῷ, κακῶς ἐξολέσειεν ὁ Ζεύς·ὅς γʼ ἐμὲ τὸν τλήμονα Λήναια χορηγῶν ἀπέλυσʼ ἄδειπνον.ὃν ἔτʼ ἐπίδοιμι τευθίδοςδεόμενον, ἡ δʼ ὠπτημένησίζουσα πάραλος ἐπὶ τραπέζῃ κειμένηὀκέλλοι· κᾆτα μέλλοντοςλαβεῖν αὐτοῦ κύωνἁρπάσασα φεύγοι.τοῦτο μὲν αὐτῷ κακὸν ἕν, κᾆθʼ ἕτερον νυκτερινὸν γένοιτο.ἠπιαλῶν γὰρ οἴκαδʼ ἐξ ἱππασίας βαδίζων,