τί με σὺ δάκνεις;τάλας ἐγὼ ξυμβολῆς βαρείας.τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο;ἰὼ ἰὼ Παιὰν Παιάν.ἀλλʼ οὐχὶ νυνὶ τήμερον Παιώνια.λάβεσθέ μου λάβεσθε τοῦ σκέλους παπαῖ,προσλάβεσθʼ ὦ φίλοι.ἐμοῦ δέ γε σφὼ τοῦ πέους ἄμφω μέσουπροσλάβεσθʼ ὦ φίλαι.εἰλιγγιῶ κάρα λίθῳ πεπληγμένοςκαὶ σκοτοδινιῶ.κἀγὼ καθεύδειν βούλομαι καὶ στύομαικαὶ σκοτοβινιῶθύραζέ μʼ ἐξενέγκατʼ ἐς τοῦ Πιττάλουπαιωνίαισι χερσίν.ὡς τοὺς κριτάς με φέρετε· ποῦ ʼστιν ὁ βασιλεύς;ἀπόδοτέ μοι τὸν ἀσκόν.λόγχη τις ἐμπέπηγέ μοι διʼ ὀστέων ὀδυρτά.ὁρᾶτε τουτονὶ κενόν. τήνελλα καλλίνικος.τήνελλα δῆτʼ, εἴπερ καλεῖς γʼ, ὦ πρέσβυ, καλλίνικος.καὶ πρός γʼ ἄκρατον ἐγχέας ἄμυστιν ἐξέλαψα.τήνελλά νυν ὦ γεννάδα· χώρει λαβὼν τὸν ἀσκόν.ἕπεσθέ νυν ᾄδοντες ὦ τήνελλα καλλίνικος.ἀλλʼ ἑψόμεσθα σὴν χάριντήνελλα καλλίνικος ᾄδοντεςσὲ καὶ τὸν ἀσκόν.