τί ἔστιν;ἐπὶ δεῖπνον ταχὺβάδιζε τὴν κίστην λαβὼν καὶ τὸν χοᾶ.ὁ τοῦ Διονύσου γάρ σʼ ἱερεὺς μεταπέμπεται.ἀλλʼ ἐγκόνει· δειπνεῖν κατακωλύεις πάλαι.τὰ δʼ ἄλλα πάντʼ ἐστὶν παρεσκευασμένα,κλῖναι τράπεζαι προσκεφάλαια στρώματαστέφανοι μύρον τραγήμαθʼ, αἱ πόρναι πάρα,ἄμυλοι πλακοῦντες σησαμοῦντες ἴτρια,ὀρχηστρίδες, τὰ φίλταθʼ Ἁρμοδίου, καλαί.ἀλλʼ ὡς τάχιστα σπεῦδε.κακοδαίμων ἐγώ.καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα.σύγκλῃε, καὶ δεῖπνόν τις ἐνσκευαζέτω.παῖ παῖ φέρʼ ἔξω δεῦρο τὸν γυλιὸν ἐμοί.παῖ παῖ φέρʼ ἔξω δεῦρο τὴν κίστην ἐμοί.ἅλας θυμίτας οἶσε παῖ καὶ κρόμμυα.ἐμοὶ δὲ τεμάχη· κρομμύοις γὰρ ἄχθομαι.θρῖον ταρίχους οἶσε δεῦρο παῖ σαπροῦ.κἀμοὶ σὺ δημοῦ θρῖον· ὀπρήσω δʼ ἐκεῖ.ἔνεγκε δεῦρο τὼ πτερὼ τὼ κʼ τοῦ κράνους.ἐμοὶ δὲ τὰς φάττας γε φέρε καὶ τὰς κίχλας.καλόν γε καὶ λευκὸν τὸ τῆς στρούθου πτερόν.καλόν γε καὶ ξανθὸν τὸ τῆς φάττης κρέας.ὦνθρωπε παῦσαι καταγελῶν μου τῶν ὅπλων.ὦνθρωπε βούλει μὴ βλέπειν ἐς τὰς κίχλας;τὸ λοφεῖον ἐξένεγκε τῶν τριῶν λόφων.κἀμοὶ λεκάνιον τῶν λαγῴων δὸς κρεῶν.ἀλλʼ ἢ τριχόβρωτες τοὺς λόφους που κατέφαγον.ἀλλʼ ἤ πρὸ δείπνου τὴν μίμαρκυν κατέδομαι.ὦνθρωπε βούλει μὴ προσαγορεύειν ἐμέ;οὐκ ἀλλʼ ἐγὼ χὠ παῖς ἐρίζομεν πάλαι.βούλει περιδόσθαι κἀπιτρέψαι Λαμάχῳ,πότερον ἀκρίδες ἥδιόν ἐστιν ἤ κίχλαι;οἴμʼ ὡς ὑβρίζεις.τὰς ἀκρίδας κρίνει πολύ.παῖ παῖ καθελών μοι τὸ δόρυ δεῦρʼ ἔξω φέρε.παῖ παῖ σὺ δʼ ἀφελὼν δεῦρο τὴν χορδὴν φέρε.φέρε τοῦ δόρατος ἀφελκύσωμαι τοὔλυτρον.ἔχʼ, ἀντέχου παῖ.