ἔπεμψέ τίς σοι νυμφίος ταυτὶ κρέαἐκ τῶν γάμων.καλῶς γε ποιῶν ὅστις ἦν.ἐκέλευε δʼ ἐγχέαι σε τῶν κρεῶν χάριν,ἵνα μὴ στρατεύοιτʼ ἀλλὰ βινοίη μένων,ἐς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα.ἀπόφερʼ ἀπόφερε τὰ κρέα καὶ μή μοι δίδου,ὡς οὐκ ἂν ἐγχέαιμι μυρίων δραχμῶν.ἀλλʼ αὑτηὶ τίς ἔστιν;ἡ νυμφεύτριαδεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ.φέρε δὴ τί σὺ λέγεις; ὡς γέλοιον ὦ θεοὶτὸ δέημα τῆς νύμφης ὃ δεῖταί μου σφόδρα,ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου.φέρε δεῦρο τὰς σπονδάς, ἵνʼ αὐτῇ δῶ μόνῃ,ὁτιὴ γυνή ʼστι τοῦ πολέμου τʼ οὐκ αἰτία.ὕπεχʼ ὧδε δεῦρο τοὐξάλειπτρον ὦ γύναι.οἶσθʼ ὡς ποιεῖτε; τοῦτο τῇ νύμφῃ φράσον,ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶνύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου.ἀπόφερε τὰς σπονδάς. φέρε τὴν οἰνήρυσιν,ἵνʼ οἶνον ἐγχέω λαβὼν ἐς τοὺς Χοᾶς.καὶ μὴν ὁδί τις τὰς ὀφρῦς ἀνεσπακὼς·ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται.ἰὼ πόνοι τε καὶ μάχαι καὶ Λάμαχοι.τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ;ἰέναι σʼ ἐκέλευον οἱ στρατηγοὶ τήμερονταχέως λαβόντα τοὺς λόχους καὶ τοὺς λόφους·κἄπειτα τηρεῖν νειφόμενον τὰς ἐσβολάς.ὑπὸ τοὺς Χοᾶς γὰρ καὶ Χύτρους αὐτοῖσί τιςἤγγειλε λῃστὰς ἐμβαλεῖν Βοιωτίους.ἰὼ στρατηγοὶ πλείονες ἢ βελτίονες.οὐ δεινὰ μὴ ʼξεῖναί με μηδʼ ἑορτάσαι;ἰὼ στράτευμα πολεμολαμαχαϊκόν.οἴμοι κακοδαίμων καταγελᾷς ἤδη σύ μου.βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ;αἰαῖοἵαν ὁ κῆρυξ ἀγγελίαν ἤγγειλέ μοι.αἰαῖ τίνα δʼ αὖ μοι προστρέχει τις ἀγγελῶν;Δικαιόπολι.