στῆ δʼ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτηπαρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.Ἀγχίσης δʼ ὁρόων ἐφράζετο θαύμαινέν τεεἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα.πέπλον μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς,καλόν, χρύσειον, παμποίκιλον· ὡς δὲ σελήνηστήθεσιν ἀμφʼ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι·εἶχε δʼ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς·ὅρμοι δʼ ἀμφʼ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν.Ἀγχίσην δʼ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα·χαῖρε, ἄνασσʼ, ἥ τις μακάρων τάδε δώμαθʼ ἱκάνεις,Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτηἢ Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη,ἤ πού τις Χαρίτων δεῦρʼ ἤλυθες, αἵτε θεοῖσιπᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται,ἤ τις Νυμφάων, αἵτʼ ἄλσεα καλὰ νέμονταιἢ Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσικαὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα.σοὶ δʼ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ,βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰὥρῃσιν πάσῃσι. σὺ δʼ εὔφρονα θυμὸν ἔχουσαδός με μετὰ Τρώεσσιν ἀριπρεπέʼ ἔμμεναι ἄνδρα,ποίει δʼ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμʼ αὐτὸνδηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο,ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι.τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτῃσιν ἐίσκεις;ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ.Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις,ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.γλῶσσαν δʼ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα.Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· ἣ δὲ διαπρὸσμικρὴν παῖδʼ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα.ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.νῦν δέ μʼ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντηςἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς.πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαιπαίζομεν, ἀμφὶ δʼ ὅμιλος ἀπείριτος ἐστεφάνωτο.